Ancient Greek
3.188.5
Proclus Phil., In Platonis Timaeum Commentaria 3.188.5
Unproofread scanNot analysed yet
14 ἀνὰ λόγον om D 17 εἰσὶ scil. αἴτιοι ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 40E] σῶζο[ντα τῆς οἰκεί]ας σειρᾶς τὴν συν . . . ν τῇ διακοσμῆ-σει [τοῦ παντός]; ἀλλὰ τοῦτο μὲν παραμυθίας ὅλως τινὸς ἀξιοῦν περιέργον εἰδισμένους τὰ αὐτὰ πανταχοῦ κατὰ τὸ ἀνὰ λόγον θεωρεῖν, ἐν νοητοῖς, ἐν νοεροῖς, ἐν ὑπερκοσμίους, ἐν οὐρανῷ, ἐν τῇ γενέσει, κατὰ τὴν οἰκεῖαν ἕκαστον τάξιν. περὶ δὲ ἑκάστου τῶν θεῶν τούτων ἀποδοτέον τοὺς ἡμῖν δοκοῦντας λόγους. οἶδα μὲν γάρ, ὅτι τῶν ἐξηγητῶν οἱ μὲν τὴν στερεὰν ταύτην ἤκουσαν εἶναι [τὴν] γῆν, οἱ δὲ τὴν ἐν ὕλης τάξει προὑποθεθεῖσαν τοῖς γιγνομένοις, οἱ δὲ τὴν νοητὴν ὕλην, οἱ δὲ τοῦ νοῦ δύναμιν, οἱ δὲ ζωήν, οἱ δὲ ἀσώματον εἶδος τῆς γῆς ἀχώριστον, οἱ δὲ ψυχὴν αὐτὴν ὑποτίθενται, οἱ δὲ νοῦν, καὶ οὐρανὸν ὡσαύτως οἱ μὲν τὸν φαινομένον, οἱ δὲ κίνησιν τὴν περὶ τὸ μέσον, οἱ δὲ δύνα-μιν τὴν μετὰ κινήσεως ἐμμελῶς προϊούσαν, οἱ δὲ τὸν ἔχοντα νοῦν, οἱ δὲ τὸν καθαρὸν καὶ χωριστὸν νοῦν, οἱ δὲ φύσιν τῆς περιφορᾶς, οἱ δὲ ψυχήν, οἱ δὲ νοῦν. οἶδά γε μήν, ὅτι καὶ ὁ θεῖος Ἰάμβλιχος γῆν μὲν ἀκούει τὴν τὸ μόνι-μον πᾶν καὶ σταθερὸν κατὰ τε οὐσίαν τῶν ἐγκοσμίων θεῶν καὶ κατ' ἐνέργειαν καὶ κατὰ τὴν αἰδίον περιφορὰν καὶ δυνά-μεις κρείττονας καὶ ζωὰς ὅλας περιέχουσαν, οὐρανὸν δὲ τὴν προϊούσαν ἀπὸ τοῦ δημιουργοῦ δημιουργικὴν ἐνέργειαν ὅλην καὶ τελείαν καὶ πλήρη τῆς οἰκείας δυνάμεως καὶ περὶ τὸν δημιουργὸν ὑπάρχουσαν, ὡς ὅρον ἑαυτῆς οὖσαν καὶ τῶν ὅλων. οἶδα δέ, ὅπως καὶ ὁ θαυμαστὸς Θεόδωρος ἐν τῇ πρώτῃ κατὰ σχέσιν ζωῇ ταύτας ἀμφότερας τὰς δυνάμεις ὑφίστησιν· ἐν γὰρ τῇ κατὰ σχέσιν ζωῇ τῆς τοῦ κόσμου ψυχῆς, δι' ἧς εἰς ἑαυτὴν κατελθοῦσα πάλιν εἰς τὴν πηγαίαν ἐτέλει σὺν ἑτερότητι, τρεῖς εὐθὺς αἱ πρώται σὺν ὁλότητι