Ancient Greek
3.19.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.19.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 37CD] γὰρ τὰ ἄγαλματα τὰς οὐσίας τὰς ἐξηρημένας τῶν ὅλων ὑπο-δέχεται [τῶν] θεῶν), ἀλλ’ ἐκλάμψεις ἐκεῖθεν ἐποχτευομένας, δευτέρας τάξει, πρὸς ἃς ἔχει συμμετρώς, ἐξ αὐτῶν ἀπο-γεννωμέναις κατακοσμούμενος. ὅτι δὲ ἀδίους θεοὺς τοὺς νοητοὺς λέγει πάντας καὶ οὐχὶ τοὺς ἐν αὐτῷ ὄντας, φανε-ρὸν ἐποίησεν εὐθέως ἐπαγαγών· καθάπερ οὖν αὐτὸ τυγ-χάνει ζῶν ἀίδιον ,λέγων αὐτὸ δῆλον ὅτι τὸ νοη-τόν. τίνες δὲ οἱ νοητοὶ θεοί, λάβομεν ἂν ἐκ διαιρέσεως· ἢ γὰρ πρὸ τοῦ αὐτοζῶου ληπτέον αὐτοὺς ὄντας, ἢ ἐν τῷ αὐτοζῷῳ, τὰς οἷον μονάδας τῶν ἰδεῶν ἐκεῖ τῶν τεσσάρων, ἢ μετὰ τὸ αὐτοζῶον. πρὸ μὲν οὖν τοῦ αὐτοζῶου τάττειν αὐτοὺς γελοῖον (εἰὲν γὰρ ἂν καὶ τὸν αἰῶνα περιέχοντες, ὅ μήπω φησὶν ὁμοιωθῆναι τὸ πᾶν), ἐν δὲ τῷ αὐτοζῷῳ τάττειν αὐτοὺς ἀδύνατον· τὸ γὰρ πᾶν <εἰ, ὡς> φησι, μηδενὶ τῶν E ἐν μέρους εἴδει περιεχομένων ὑπὸ τοῦ παντελοῦς ζῴου ἐστὶν ἄγαλμα, οὐκ ἂν εἴεν οἱ νοητοὶ καὶ ἀίδιοι οὗτοι θεοί· οὐ θεοὶ γὰρ εἰ ἐν μέρους εἴδει περιεχόμεναι ἰδέαι ὑπὸ τοῦ παντελοῦς ζῴου. λείπεται οὖν εἶναι τοὺς ἀδίους θεοὺς μετὰ τὸ αὐτοζῶον, πάντας ὄντας τοὺς μεταξὺ τοῦ τε νοητοῦ παραδείγματος καὶ τοῦ δημιουργοῦ· πᾶσι γὰρ αὐτοῖς ξοικε τὸ πᾶν, καθ’ ὅσον καὶ ἐκείνων ἕκαστος τῆς ὁλότητος τοῦ κόσμου περιέχει τὸ εἶδος. τοῦτο μὲν οὖν δέδεικται, καὶ μά-την ἄρα ὑπέλαβόν τινες ἀδίους λέγεσθαι θεοὺς τὰς ἐν τῷ αὐτοζῷῳ περιεχομένας ἰδέας, αἷς οὐ βούλεται τὸ πᾶν ὁμοι-ῶσθαι· καὶ γὰρ πῶς ἔμελλον ἐκείνων ἄγαλμα τὸ πᾶν ἀπο-καλεῖν, αἷς μηδέπω κατὰ τὴν τοῦ λόγου τάξιν ὡμοίωσε τὰ πληρώματα τοῦ παντός· ὕστερον γὰρ τοῦτο ποιεῖ προελθών, ἡνίκα καὶ τὰ μερικὰ παράγῃ πληρώματα τοῦ παντός· ὥστε οὐκ ἂν εἴπεν ἄγαλμα ἐκείνων τὸ πᾶν ἤδη γεγονός, ἀλλ’ εἴπερ ἄρα, ‘ἔσόμενον’. ἄγαλμα δ’ οὖν ἐστιν ὁ κόσμος τῶν νοητῶν θεῶν μετὰ τῆς ψυχῆς καὶ τοῦ νοῦ καὶ τῆς ἐπιφοιτησάσης αὐτῷ θεότητος λαμβανόμενος, ἄγαλμα δὲ F