Ancient Greek
3.193.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.193.1-2
Unproofread scanNot analysed yet
διὰ τούτων ὡς πατρὸς καὶ μητρὸς τὴν γένεσιν εἶναι πάντων γινώσκοντες. κατὰ ταύτην δ’ οὖν τὴν ἕνωσιν, τὴν μετὰ D διακρίσεως λέγω, διὰ τὴν ἀγαθότητα τὴν ἑαυτῶν παράγουσιν Ὠκεανὸν καὶ Τηθύν, μᾶλλον δὲ οὐ τούτους εὐθὺς ἐν ἐκείνοις, ἀλλὰ πρὸ τούτων δύο μονάδας καὶ δύο τριάδας καὶ διπλὰς ἑβδομάδας, ἐν αἷς ὁ τε Ὠκεανὸς καὶ ἡ Τηθύς. καὶ αἱ μὲν μονάδες μετὰ τῶν τριάδων παρὰ τῷ πατρὶ μένουσι, τῶν δὲ ἑβδομάδων ὁ μὲν Ὠκεανὸς μετὰ τῆς Τηθῦος μένει τε ἅμα καὶ πρόεισιν, οἱ δὲ ἄλλοι προεληλύθασιν εἰς ἑτέραν διακόσμησιν τῶν θεῶν. ἐκεῖ μὲν οὖν οὕτως. ἔνταυθα δὲ τὰς μὲν πάντη μεινάσας αἰτίας ἐν τῷ πατρὶ παρῆκεν ὁ λόγος, τὰς δὲ προελθοῦσας ἅμα καὶ μεινάσας παραδέδωκε, διότι περὶ θεῶν γενεσιουργῶν ὁ λόγος ἐστὶν ὁ προκείμενος, οἰκεῖα δὲ τούτοις ἡ πρόοδος καὶ ἡ κίνησις καὶ ἡ ἑτερότης καὶ τὸ μετὰ τοῦ ἄρρενος τὸ θῆλυ συντάττειν, ἵνα καὶ γένεσις ἢ καὶ διακόσμησις τῆς ὕλης τοῖς εἴδεσι κοσμουμένης καὶ τῇ ταυτότητι τῆς ἑτερότητος συμπλεκομένης. διὸ καὶ ἐξ ἀρχῆς ἀπὸ δυάδος ἤρξατο καὶ πρόεισι δι’ αὐτῆς καὶ καταστρέφει προϊὼν εἰς αὐτήν (ἢ γὰρ δύνα προσήκει τοῖς ἐνύλοις, ὡς ὑπέμνησται πολλάκις, ὥσπερ καὶ ἡ ἑτερότης διὰ E τὸν περὶ τὴν ὕλην μερισμὸν τῶν εἰδῶν) καὶ τὴν δυάδα λέγων ἤρξατο ἀπὸ τῆς γῆς· τοῦτο γὰρ ἐστὶ τοῖς γενεσιουργοῖς πράγμασιν οἰκειότερον. ἀλλὰ τίνες οὗτοι οἱ θεοὶ μένοντες ἅμα ἐν τοῖς αἰτίοις καὶ προϊόντες ἀπ’ αὐτῶν; τὸν μὲν οὖν Ὠκεανὸν οἱ μὲν τὴν σωματικὴν οὐσίαν λέγουσιν, οἱ δὲ τὴν ὡκέως διανύουσαν φύσιν, οἱ δὲ <τὴν> τῆς ὑγρᾶς οὐσίας φοράν, οἱ δὲ τὸν αἰθέρα διὰ τὴν ὀξύτητα τῆς κινήσεως, οἱ δὲ τὸ νοητὸν αὐτὸ τῆς ζωῆς βάθος. ὁ δὲ θεῖος Ἰάμβλιχος τὴν μέσην κινητικὴν αἰτίαν αὐτὸν ἀφορίζει θεῖαν οὖσαν, ἧς πρῶτως αἱ μέσαι ψυχαὶ καὶ ζωαὶ καὶ νοήσεις μετέχουσιν αἱ τε δραστήριοι φύσεις καὶ τὰ πνευματικὰ τῶν στοιχείων, ὥσπερ ἄηρ τε καὶ πῦρ. τὴν δὲ Τηθύν οἱ μὲν τὴν ὑγρὰν αὐτὴν οὐσίαν φασίν, οἱ δὲ τὴν πολυμετά-