Ancient Greek
3.197.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.197.1-2
Unproofread scanNot analysed yet
μένη πρὸς τὴν γεννητικὴν αὐτῆς δυάδα διορίζει τὰ τε αἴτια αὐτῆς καὶ πάντα τὸν μετ’ αὐτὴν ἀριθμόν, ἵνα πανταχοῦ τὸ διοριστικὸν ἀποδῶμεν τῇ τοῦ Ὠκεανοῦ τάξει καὶ τῆς Τηθύος· διὰ γὰρ τοῦτο καὶ πολλοὺς Ὠκεανοὺς παραδεδώκασι, ὡς [πολυειδῆ] καὶ τὴν τάξιν <τῶν> θεῶν τῆς διοριστικῆς ταύτης θεότητος ὁρῶ[μεν. καὶ] ταῦτα μὲν ἔχει ταύτη. [ζητητέον] δὲ πάλιν, ἐπειδή [τὸ ὅλον] πλῆθος τῶν ὑπὸ σελήνην [θεῶν πρόεισιν] ἐξ Οὐρανοῦ καὶ Γῆς καὶ . . . ἐκ τῶν θεῶν αὐτῶν . . . τῶν σωμάτων, ποῦ τ[ὸν οὐρανὸ]ν ἐψύχωσεν ἰδία, καθάπερ [αὐτὴν τὴν] γῆν, ὅτε θεῶν αὐτὴν πρεσβυτάτην ἔλεγε [40 C] γεγονέναι τῶν ἐντὸς οὐρανοῦ· θεὸς γὰρ πᾶς κατὰ τὴν [ἑαυτοῦ τάξιν ἄρχει]ν ἂν λέγοιτο, καθάπερ καὶ . . . τὸ κρεῖττον καὶ ψυχῆς· εἰ μὲν γὰρ ὁ ***τὴν ὅλην ἐγέννα ψυχήν, πῶς ἐκείνην τοῦ παντὸς ἔλεγε καὶ ἔρει προϊών; οὐ γὰρ τὸ πᾶν ὁ οὐρανὸς ὡς κοσμικὴν ὑφίστη <ψυχήν>. πῶς ἐξ Οὐρανοῦ καὶ Γῆς ἡ γένεσις τῶν θεῶν τούτων, ἀλλ’ οὐκ ἐκ τῆς τοῦ παντὸς ψυχῆς, εἴπερ ἄρα καὶ τῆς γῆς; οὐδαμοῦ γὰρ τῷ οὐρανῷ ψυχὴν ἰδίαν ἐπέστησε. λύσις δὲ τούτων τῶν ἀπόρων ἥδε· τὴν ὑποστᾶσαν ψυχὴν ἐκ τῆς ψυχογονίας κοσμικὴν μὲν πάντως ὀφτέον (καὶ γὰρ πᾶν τὸ σωματοειδὲς ἐντὸς αὐτῆς ἔφατο [36 D] τεκτή-