Ancient Greek
3.199.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.199.2
Unproofread scanNot analysed yet
Τούτων δὲ Φόρκυς Κρόνος τε καὶ Ῥέα καὶ ὅσοι μετὰ τούτων 40 E. Ἐπὶ μὲν τῆς προτέρας ἀπογεννήσεως δυὰς ἀπὸ δυάδος ἀπεγεννήθη τῆς περατωτικῆς καὶ ὁριστικῆς ἡ γεννητικὴ καὶ κινητική. κατὰ δὲ τὴν δευτέραν ἀπὸ δυάδος τίκτεται πλῆ-θος ἐπιστρεφόμενον ἐπὶ τὰς αἰτίας διὰ τῆς τριάδος, ἐν-δεικνύμενον δὲ καὶ τὴν παντελῆ πρόοδον· διαιρεῖται γὰρ καὶ τοῦτο τὸ πλῆθος εἰς τε τὸ ἀνὰ λόγον τῷ πέρατι καὶ εἰς τὸ τῇ ἀπειρίᾳ σύστοιχον· ἡ μὲν γὰρ τριάς τὸ ἐν ταύτῃ πέρας ἐστίν, ὁ δὲ ἀριθμὸς ὁ ἀκατονόμαστος τὸ ἐν ταύτῃ ἄπειρον. καὶ αὐτῆς δὲ τῆς τριάδος τὸ μὲν ἀνὰ λόγον μονάδι καὶ πέρατι, τὸ δὲ τῇ δυάδι καὶ τῇ ἀπειρίᾳ. καὶ ἐπὶ μὲν τῆς προτέρας προόδου μόνως κατὰ τὸ πέρας καὶ τὸ νοερὸν προῆει τὰ γεννώμενα, ἐν ταύτῃ δὲ ἐστι καὶ τοῦ ἀορίστου μῖξις· μετὰ γὰρ τὸν ἀπὸ τῆς τριάδος ὅρον πρόσ-κειται τὸ καὶ ὅσοι μετὰ τούτων, τὴν ὁλοτελῆ πρόοδον καὶ τὴν διάκρισιν τῶν τριττῶν τούτων τάξεων ἐνδεικνύμενον, ὥστε καὶ τριαδικὴν εἶναι τὴν ἀπογέννησιν ταύτης διὰ τὸ τῆς ἐπιστροφῆς ἴδιωμα καὶ δυαδικὴν διὰ τὴν τοῦ ἀπείρου καὶ ἀορίστου παρεμπλοκήν. ἀλλ’ ἐπειδή καὶ ταῦτα πρὸς τὰς νοερὰς αἰτίας ἀναφέρειν βουλόμεθα, καθάπερ καὶ τὰς προ-ειρημένας τάξεις, ἐν δὲ ἐκείναις Ὠκεανὸς καὶ Τηθὺς ἀδελ-φοὶ λέγονται Κρόνου καὶ Ῥέας, ἀλλ’ οὐχὶ πατέρες (ἀπὸ γὰρ Οὐρανοῦ καὶ Γῆς καὶ τούτοις ἡ πρόοδος καὶ πᾶσα ἡ Τι-τανικὴ τάξις ἐκεῖθεν), κατίδωμεν, διὰ ποίαν αἰτίαν ὁ Πλάτων ἐνταῦθα Φόρκυν καὶ Κρόνον καὶ Ῥέαν ἀπ’ Ὠκεανοῦ καὶ