Ancient Greek
3.200.11
Proclus Phil., In Platonis Timaeum Commentaria 3.200.11
Unproofread scanNot analysed yet
Κοῖόν τε Κροῖόν τε μέγαν Φόρκυν τε κραταιόν καὶ Κρόνον Ὠκεανόν θ’ Ἵπερίονά τ’ Ἵαπετόν τε. τούτων οὖν παρὰ τῷ θεολόγῳ προαναγεγραμμένων πῶς ὁ Τίμαιος ἐξ Ὠκεανοῦ καὶ Τηθύος παράγει Κρόνον τε καὶ Ῥέαν; πρὸς δὴ ταῦτα ῥητέον, προϋποκειμένων ἡμῖν τὸν Ὠκεανὸν ἐκεῖνον καὶ τὴν Τηθύν ἐκείνην ὑπὲρ τὸν Κρόνον εἶναι καὶ Ῥέαν, ὡς μέσους τούτων τε καὶ τῶν πατέρων καὶ ὁροφύλακας ἀμφοῖν, ὥσπερ εἴωθασιν αὐτοὺς ὕμνεῖν, πρὸς δ’ οὖν τὰ ἄπορα τούτων ὑποκειμένων, πρῶτον μὲν, ὅτι τοὺς αὐτοὺς καὶ ἀδελφοὺς καὶ δι’ ὑπεροχὴν ἀξίας πατέρας προσαγορεύεσθαι τινων οὐ θαυμαστόν· τὰ γὰρ πρῶτα προῖοντα