Ancient Greek
3.203.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.203.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 40E] εἰ δὲ τις ἀποδείξοι λόγος ἐκεῖ τὸν Κρόνον ὑπὲρ τὸν Ὠκεανὸν ἢ τὴν Ῥέαν ὑπὲρ τὴν Τηθύν, λεκτέον, ὅτι ἐκεῖ μὲν ἡ τάξις αὕτη (κρατεῖ γὰρ τὰ τοῦ νοεῖν αἴτια τῶν τῆς κινήσεως), ἐνταῦθα δὲ ἔμπαλιν ἐν μεταβολῇ καὶ φύσει πάντων ὄντων· ὥστ’ εἰκὸς ὁ Ὠκεανὸς πρὸ τοῦ Κρόνου πηγὴ κινήσεως ὡν καὶ ἡ Τηθὺς προτέρα τῆς Ῥέας, ὥστε ἄλλον τρόπον λελύσθαι τὴν ἀπορίαν· εἰ μὲν χρεῖντος ὁ Ὠκεανὸς καὶ ἡ Τηθὺς Κρόνου καὶ Ῥέας ὡς ἡνωμένοι τῷ πατρὶ τῶν τῇ μητρὶ συνενουμένων καὶ διαιρούντων ἑαυτοὺς ἀπὸ τοῦ πατρός, ***μέσων ὄντων καὶ πατρικὴν ὑπεροχὴν ἔχοντων πρὸς αὐτούς· εἰ δὲ σύστοιχοι ἢ ὑφεῖμένοι, διὰ τὴν ἐν τοῖς ὑπὸ σελήνην τῶν κινητικῶν αἰτίων ἐπικράτειαν τάχα ἂν τῶν οὕτω λεγομένων ὑπερέτρεφαν εἰληχέναι τάξιν ***. πρὸς μὲν οὖν τὴν εἰρημένην ἀπορίαν καὶ ταῦτα ἀρκέσει. Περὶ δὲ 15 ἑκάστου τῶν θεῶν τούτων λέγωμεν πάλιν ὁμοίως ὥσπερ καὶ πρότερον. ὁ μὲν οὖν Θεόδωρος τὰς ἐν σχέσει ψυχὰς τῶν τριῶν τοῦ κόσμου τμημάτων ἐπὶ τούτους ἀναπέμπει τοὺς θεούς, τὸν μὲν Φόρκυν ἐπὶ τῇ ἀνάστρῳ σφαίρᾳ τάττων, ὡς κυοῦντα τὴν φοράν (ἔδει δὲ αὐτὸν ἡμᾶς πείθειν, ὅτι Πλάτων οὐδὲ τινὰ σφαῖραν ἀναστρόν, εἴδ’ οὕτω τάττειν ἐπὶ ταύτης τὸν Φόρκυν), τὸν δὲ Κρόνον ἐπὶ ταῖς τῶν ἀστρῶν φοραῖς, διότι χρόνος ἀπὸ τούτων καὶ γενέσεις καὶ φθοραὶ τῶν ἀν- 20 τῶν, Ῥέαν δὲ ἐπὶ τῷ ὀλικῷ, διότι τῷ ὀλικῷ πλεονάζει τῶν πρὸ αὐτῆς. ὁ δὲ θεῖος Ἰάμβλιχος ἐπὶ ταῖς τρισὶ σφαί- 25 ραις αὐτοὺς τάττει ταῖς μεταξὺ γῆς καὶ οὐρανοῦ· οἱ μὲν γὰρ πρὸ αὐτῶν διχῇ διείλον τὸν ὑπὸ σελήνην κόσμον, οὕτοι δὲ τριχῇ, καὶ ὁ μὲν Φόρκυς τῆς ὑγρᾶς ὅλης οὐσίας ἐξάρεται κατ’ αὐτόν, πᾶσαν αὐτὴν ἀμερίστως συνεχῶν, ἡ δὲ Ῥέα τῶν ἀέροντων ἐστὶ καὶ ἀεροειδῶν πνευμάτων συνεκτικὴ θεός, ὁ δὲ 30 Κρόνος τὴν ὑψηλοτάτην χώραν καὶ λεπτοτάτην κατευνᾷ τοῦ αἰθέρος, μέσος παρὰ τῷ Πλάτωνι τεταγμένος, διότι τὸ