Ancient Greek
3.208.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.208.1-2
Unproofread scanNot analysed yet
οἷς καὶ ὁ τῆς μεριστῆς δημιουργίας χορός· ὀλιγῶς γὰρ τῶν εἰρημένων δημιουργῶν τὰ αἰσθητὰ ποιούντων ἔδει καὶ τοὺς διανέμοντας εἶναι δυνάμεις ἄλλας ἄλλοις καὶ ἰδιότητας καὶ μερίζοντας τὴν τῶν ὑπὸ σελήνην γένεσιν εἰς πλήθος, διὸ καὶ ἄλλους αὐτοὺς προσείρηκε μόνον, ὡς ἑτερότητι παντοία συνόντας, καὶ οὔτε τὸ ὅσους οὔτε τὸ πάντας παρέλαβεν. ἔχομεν οὖν τὰς ὅλας βασιλείας ἀνὰ λόγον ἐν τοῖς εἰρημένοις, δύο μὲν τῶν πρώτων τεταγμένων, Οὐρανοῦ καὶ Γῆς, τῶν δὲ λοιπῶν ὑπὸ σελήνην, τῆς Οὐρανίας τῆς Κρονίας τῆς Δίου τῆς Διονυσιακῆς. μεταξὺ δὲ τῶνδε τῶν δύο τῶν ἐν [ἐνὶ] τούτοις πρώτων ἢ τοῦ Ὠκεανοῦ παρεῖληπται τάξις ὡς διορίζουσα πάντα τὰ προϊόντα ἀπὸ τῶν αἰτίων αὐτῶν τῶν πατέρων καὶ ὡς αὐτὴ μένουσά τε ἅμα καὶ προϊοῦσα κατὰ τὴν πρὸς τὰς νοερὰς αὐτῶν ὑποστάσεις ἀναλογίαν. τί οὖν δεῖ προϊέναι λοιπόν, τῶν ἡγεμονιῶν πασῶν ἐνταῦθα παραδεδομένων καὶ ἐκάστῃ τοῦ οἰκείου συνεζευγμένου πλήθους; ὁ μὲν γὰρ Οὐρανὸς περατοῖ πᾶσαν τὴν γένεσιν, ἡ δὲ Γῆ δυναμοῖ, κινεῖ δὲ ὁ Ὠκεανός, ἐδράζει δὲ ἡ Τηθὺς ἕκαστον ἐπὶ τῆς ἰδίας κινήσεως, τῆς νοερᾶς τὰ νοερὰ, τῆς ψυχικῆς τὰ μέσα, τῆς φυσικῆς τὰ σωματικά, τοῦ Ὠκεανοῦ πάντα κινουντος ἀθρόως· διαιρεῖ δὲ νοερῶς μόνον ὁ Κρόνος, ζωοποιεῖ δὲ ἡ Ῥέα, λόγοις δὲ σπερματικοῖς ὁ Φόρκυς διακοσμεῖ, φανερὰ δὲ ἐξ ἀφανῶν ὁ Ζεὺς ἀποτελεῖ, ἐξελίττει δὲ ἡ Ἥρα κατὰ παντοίας τῶν ἐμφανῶν μεταβολάς. καὶ οὕτω δὴ διὰ τῆς ἐννεάδος ταύτης ὁ πᾶς ὑπὸ σελήνην κόσμος συμπληροῦται καὶ ὑποτάττεται δεόντως, θείως μὲν ἀπὸ τῶν θεῶν, ἀγγελικῶς δὲ ἀπὸ τῶν ἀγγέλων, ὡς εἴπομεν ἡμεῖς [p. 164s], δαιμονίως δὲ ἀπὸ τῶν δαιμόνων, τῶν μὲν θεῶν καὶ τὰ σώματα καὶ τὰς ψυχὰς καὶ τοὺς νοῦς ὑφιστάντων, τῶν δὲ ἀγγέλων περὶ τε ψυχὰς καὶ σώματα τὴν ἑαυτῶν πρόνοιαν ἐπιδεικνυμένων, τῶν δὲ αὐ δαιμόνων περὶ τὴν τῆς φύσεως δημιουργίαν καὶ τὴν τῶν