Ancient Greek
3.209.1 to 3.209.32
Proclus Phil., In Platonis Timaeum Commentaria 3.209.1-32
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 41 A] 10 φησὶν ἐκεῖνος, τὰ δὲ ἐν γενέσει ἀπὸ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον εἴσι καὶ αὐτὸν τὸν ὅρον ἀορίστως καταδέχεται. πρὸς τούτους ἢ τῶν ἀπογεννήσεων τετράς οἰκεῖα ταῖς τάξεσιν ἔστι ταῖς γενεσιουργοῖς, ἵνα τὸ πλήθος ἡνωμένως περιέχωσι καὶ τὸ μεριστὸν ἀμερίστως, καὶ αὐτοῖς τοῖς ἐν γενέσει· καὶ γὰρ 15 τὰ τῆδε στοιχεῖα τέτταρα καὶ αἱ ὥραι, καθ’ ἃς ἡ γένεσις ἀνελίττεται, τέτταρες καὶ τὰ κέντρα τέτταρα καὶ ὅλως πολλὴ τῆς τετράδος ἢ ἐπικράτεια περὶ τὴν γένεσιν. ἀλλὰ διὰ τί, φαίη ἄν τις, ἐν τῇ ἐννεάδι ταύτῃ περιέλαβε πᾶν τὸ πλάτος τῶν γενεσιουργῶν θεῶν; διότι, φήσω, πᾶσαν ἢ ἐννεὰς αὕτη σωμάτων προμηθειαν μεριζομένων. ἔστι δὲ αὐ καὶ ὁ τῆς 20 συμπληροῖ τὴν δημιουργίαν τῆς γενέσεως· ἔστι μὲν γὰρ ἐν τοῖς ὑπὸ σελήνην καὶ σώματα καὶ φύσεις καὶ ψυχαὶ καὶ νόες καὶ ὁλικῶς καὶ μερικῶς· καθ’ ἕκαστον γὰρ στοιχεῖον πάντα ταῦτά ἐστιν ἀμφότερος, διότι καὶ τὰ ὅλα καὶ τὰ μέρη συνυφέστηκεν ἀλλήλοις. ἀλλ’ ὁ μὲν Οὐρανὸς καὶ ἡ 25 Γῆ τὰς ἀφανεῖς οὐσίας αὐτῶν ἀπογεννῶσιν, ὁ μὲν καθ’ ἑνωσιν, ἢ δὲ κατὰ πληθυσμόν, καὶ ὁ μέν, εἰ βούλει, κατὰ τὸ πέρας, ἢ δὲ κατὰ τὸ ἄπειρον ἠγούμενοι τῆς οὐσίας πᾶσιν. ὁ δὲ Ὦκεανὸς καὶ ἡ Τηθὺς τὴν τε κίνησιν αὐτῶν τὴν κοινὴν καὶ τὴν διηρημένην ἀποτελοῦσιν, ἄλλη δὲ ἄλλων κίνησις, ἐννεάδος ἀριθμὸς τῇ γενέσει πρέπων· ἀπὸ γὰρ μονάδος 30 τοῦ ὁλικοῦ νοῦ, τῆς ὁλικῆς ψυχῆς, τῆς ὁλικῆς φύσεως, ὁμοίως δὲ καὶ τῶν μερικῶν. οὕτω δὲ τῶν ὁλοτήτων διαχεκοσμημένων ὁ μὲν Κρόνος διαιρεῖ τὰ μερικά ἀπὸ τῶν ὁλικῶν, ἀλλὰ νοερῶς, ἢ δὲ Ῥέα προκαλεῖται τὴν διαίρεσιν ταύ- 339ᵃ 26 12 τῶν ἀπογεννήσεων **Q D** (sic) :ἀπὸ γενέσεων 5 16 ὅλως 5 :ὅλη **Q D** προέσιν ἄρχοι τῶν ἑσχάτων ἀνεπιστρόφως· τοῦτο δὲ ἴδιον