Ancient Greek
3.210.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.210.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 41A] τὴν ἀπὸ τῶν νοερῶν καὶ ἐπὶ τὰς παντοίας ***μέχρι καὶ τῶν ἐσχάτων εἰδῶν τῆς ζωῆς, ζωογόνος οὖσα θεός, ὁ δὲ Φόρκυς καὶ ἐπὶ τοὺς φυσικοὺς λόγους προάγει τὴν Τιτῆνιον διάκρισιν. μετὰ δὲ τοὺς τρεῖς τούτους αὐτῶν τῶν συνθέτων εἰσὶν οἱ πατέρες, καὶ ὁ μὲν Ζεὺς τὰ αἰσθητὰ διακοσμεῖ κατὰ τὴν πρὸς τὸν Οὐρανὸν μίμησιν ὀλίκως (καὶ γὰρ ὁ ἐν τοῖς νοεροῖς ἀνὰ λόγον τῷ Οὐρανῷ προεσῆλυσεν ἐν τῇ βασιλικῇ σειρᾷ), ἡ δὲ Ἥρα κινεῖ τὰ ὅλα καὶ δυνάμεων πληροῖ καὶ ἐξελέτει κατὰ πᾶσαν πρόοδον, ὡς οἱ γε μετὰ τούτους καὶ τὰ μερικὰ δημιουργοῦσιν ἔργα τῶν αἰσθητῶν, ἄλλοι κατ’ ἄλλην ἰδιότητα δημιουργικὴν ἢ ζωογονικὴν ἢ τελειουργὸν ἢ συνεκτικὴν μέχρι τῶν ἐσχάτων ἀνειλιπτόμενοι καὶ μερίζοντες ἑαυτούς, ἀνὰ λόγον ὄντες τῇ Κρονίᾳ τάξει· τὸ γὰρ διαιρετικὸν ἀπὸ ταύτης ἄρχεται τῆς ἡγεμονίας. ταῦτα καὶ περὶ τούτων. ἐπὶ δὲ τὰ ἕξης ἴτεον.