Ancient Greek
3.210.3
Proclus Phil., In Platonis Timaeum Commentaria 3.210.3-2
Unproofread scanNot analysed yet
Πάσας τὰς τάξεις τῶν ἐγκοσμίων θεῶν περιλαβὼν, τὰς 20 τε ἐν οὐρανῷ καὶ τὰς τῆς γενέσεως προῖσταμένας, καὶ προαγωγὸν αὐτὰς ἀπὸ τῆς δημιουργικῆς μονάδος, τὰς μὲν μοναδικῶς, τὰς δὲ ἑβδομαδικῶς, τὰς δὲ κατὰ τὸν τῆς ἐννεάδος ἀριθμόν, ἐπιστρέφει πάλιν αὐτὰς ἐπὶ τὴν δημιουργικὴν αἰτίαν καὶ συνάγει περὶ τὸν ἕνα πατέρα, καθ’ ὃν ὁμόγνωιοι 25 πᾶσαι καὶ ὁμοειδεῖς εἰσι, καὶ πληροῖ τῶν νοήσεων τῶν δημιουργικῶν, ἵνα καὶ αὐτοὶ μιμῶνται τὴν πρόνοιαν τοῦ πατρός. καὶ τοῦτο μὲν εἰς ὑστερον ἔσται δῆλον. νῦν δὲ ὅτι μὲν ‘φανερῶς περιπολοῦντας’ ἀποκαλεῖ τοὺς οὐρανίους πρόδηλον· ἠλιοειδῆ γὰρ αὐτῶν ἐστι τὰ ὀχήματα καὶ μιμούμενα τὴν 30 νοερὰν αἴγλην. ‘φαινομένους δὲ καθ’ ὅσον ἂν ἐθέλωσι’ τοὺς