Ancient Greek
3.210.4
Proclus Phil., In Platonis Timaeum Commentaria 3.210.4
Unproofread scanNot analysed yet
Πάσας τὰς τάξεις τῶν ἐγκοσμίων θεῶν περιλαβὼν, τὰς τε ἐν οὐρανῷ καὶ τὰς τῆς γενέσεως προϋσταμένας, καὶ προαγωγὸν αὐτὰς ἀπὸ τῆς δημιουργικῆς μονάδος, τὰς μὲν μοναδικῶς, τὰς δὲ ἑβδομαδικῶς, τὰς δὲ κατὰ τὸν τῆς ἐννεάδος ἀριθμόν, ἐπιστρέφει πάλιν αὐτὰς ἐπὶ τὴν δημιουργικὴν αἰτίαν καὶ συνάγει περὶ τὸν ἕνα πατέρα, καθ’ ὃν ὁμόγνωλοι πᾶσαι καὶ ὁμοειδεῖς εἰσι, καὶ πληροῖ τῶν νοήσεων τῶν δημιουργικῶν, ἵνα καὶ αὐτοὶ μιμήσωνται τὴν πρόνοιαν τοῦ πατρός. καὶ τοῦτο μὲν εἰς ὑστερον ἔσται δῆλον. νῦν δὲ ὅτι μὲν ‘φανερῶς περιπολοῦντας’ ἀποκαλεῖ τοὺς οὐρανίους πρόδηλον· ἡλιοειδὴ γὰρ αὐτῶν ἐστι τὰ ὄχηματα καὶ μιμούμενα τὴν νοερὰν αἰῶλην. ‘φαινομένους δὲ καθ’ ὅσον ἂν ἐθέλωσι’ τοὺς