Ancient Greek
3.212.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.212.1
Unproofread scanNot analysed yet
τὴν τῶν χωομένων ζωήν ἀπράγμονα μένειν οὐκ ἔξ, εἴτε μὴ ἔχοι, οὐδ’ ἂν ζῶα εἴη· πᾶν γὰρ ζῷον αἰσθητικόν, ὡς καὶ αὐτῷ δέδοκται, διὸ καὶ τοῖς φυτοῖς αἰσθήσεως μεταδώσει [77B] τῆς ἐσχάτης, ζῶα καὶ ταῦτα προσειπών. ὅτι δὲ πᾶν τὸ ψυχῆς ἐξημμένον ἔμψυχόν ἐστι καὶ ζῷον, καὶ τοῦτο πάλιν αὐτὸς ἐστι λέγων. ἡ οὖν ταῦτα προσεχῶς ἐξήρηται τῶν ὑπὸ σελήνην θείων ψυχῶν καὶ ἄπορος ὁ λόγος ἢ ἄλλα πρὸ τούτων· καὶ τοῦτ’ ἦν ὅπερ καὶ αὐτὸς ἐδήλωσεν εἰπών, ὅτι φαίνονται καθ’ ὅσον ἂν ἐθέλωσιν, ἄφανεῖς ὄντες ἡμῖν τέως. ταῦτα μὲν οὖν πρὸς τὴν τοῦ Πλάτωνος λέξιν. Περὶ δὲ ἀπάντων τῶν κατευθυνόντων τὴν γένεσιν θεῶν λέγωμεν, ὡς οὔτε τὴν οὐσίαν ἔχουσι τῇ ὕλῃ συμμεμιγμένην, καθάπερ φασίν οἱ ἀπὸ τῆς Στοᾶς [II frg. 307 Arn.] (οὐδὲν γὰρ δύνον κατὰ τῆς ὕλης νῷ καὶ φρονήσει δύναται διοικεῖν· οὐδὲ κυρίως ἐστὶ ποιητικὸν αἴτιον, ἀλλ’ ὄργανον ἕτερον τινός), οὔτε τὴν μὲν οὐσίαν ἔχουσιν ἀμιγῇ πρὸς τὴν ὕλην, τὰς δὲ δυνάμεις καὶ τὰς ἐνεργείας ἀναμεμιγμένας πρὸς αὐτήν, ὡς οἱ περὶ Νομηνίου [frg. 38 Thed.] λέγουσιν· ἐπεὶ γὰρ τῶν θεῶν αἱ ἐνέργειαι σύνδρομοι πρὸς τὰς οὐσίας εἰσὶ καὶ πρὸ τῶν ἔξω προϊουσῶν ἐνεργειῶν αἱ ἔνδον ὑφρεστήκασιν, ὅπου γε καὶ ἡ μερικὴ ψυχὴ πρὸ τῆς εἰς τὸ ζῷον ἐνδιδομένης ζωῆς ἔχει κυριωτέραν ἐν ἑαυτῇ ζωήν καὶ πρὸ τῆς ἔξω χωρούσης κινήσεως, δι’ ἧς τὰ ἄλλα κινεῖ, τὴν εἰς ἑαυτὴν ἐπεστραμμένην κέκτηται κίνησην, πάντη ἄρα ἀμιγεῖς ἐκεῖνοι οἱ θεοὶ πρὸς τὴν ὕλην, ἀμιγῶς μὲν τὰ μεμιγμένα διακοσμοῦντες, ἀγενήτως δὲ τὰ γενητὰ καὶ ἀμερίστως τὰ μεριστὰ συνέχοντες, ζωῆς αἴτιοι νοῦ χορηγοὶ δυνάμεως ἀποπληρωταὶ ψυχῆς δοτῆρες ἀγαθῶν ἀρχηγοὶ πάντων, τάξεως καὶ προνοίας καὶ διοικήσεως ἀρίστης ἐξάρχοντες καὶ ζῶα κρείττονα περὶ ἑαυτοὺς ὑποστήσαντες, ἀγγέλων ἡγοῦμενοι, δαιμόνων ἄρχοντες, ἡρώων προϊστάμενοι κατὰ τάξιν καὶ διὰ τῆς τριφνοῦς ταύτης στρατιᾶς πᾶσαν κατευθύνοντες