Ancient Greek
3.218.3
Proclus Phil., In Platonis Timaeum Commentaria 3.218.3
Unproofread scanNot analysed yet
Αὐτὸ δὲ τοῦτο πρῶτον τὸ θεοὺς θεῶν τί ποτὲ ἐστι καὶ ποίαν ἔχει δύναμιν· ὅτι μὲν γὰρ ἡ ἀνάκλησις αὕτη συναγωγός ἐστι τοῦ πλήθους καὶ τῆς μονάδος καὶ ἐπιστρεπτικὴ καὶ ἀνακλητικὴ τῶν προελθόντων ἐπὶ τὸν ἕνα δημιουργὸν αὐτῶν καὶ ὡς ὄρον αὐτοῖς ἐντίθησι καὶ μέτρον θεῖον, ἐναργὲς ἐστι τοῖς μὴ παντάπασιν τῶν τοιούτων λόγων ἀνηκόοις. πῶς δὲ καλοῦνται θεοὶ θεῶν οἱ τὸν κόσμον διαλαχόντες παρὰ τοῦ πατρὸς καὶ κατὰ ποίαν ἔννοιαν, οὐκέτι ῥάδιον ἐνδείξασθαι τοῖς πολλοῖς, εἰκότως· ἀιδίας γὰρ ἐστι καὶ θείας νοήσεως ἐν τοῖσδε τοῖς ὀνόμασις ἐκφανσις. διὰ δὴ ταύτην τὴν αἰτίαν καὶ οἱ μὲν τοῖς ἐφεξῆς συνάπτουσι τὸ θεῶν, τὸ ὅλον ποιούντες ὧν θεῶν ἐγὼ δημιουργός, οἱ δὲ ὀρθῶς λέγοντες· οὔτε γὰρ ἄλλων μὲν ἔδει τὸν δημιουργὸν ποιεῖν δημιουργόν, ἄλλων δὲ πατέρα (καὶ ταῦτα τῶν ἀτιμοτέρων·