Ancient Greek
3.22.3
Proclus Phil., In Platonis Timaeum Commentaria 3.22.3
Unproofread scanNot analysed yet
“Ὅτι μὲν τὸ αὐτοζῷον πλήρωμά ἐστι τοῦ πλήθους τῶν νοητῶν ζῴων καὶ ὅτι ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχει, τῶν πολλάκις καὶ τεθεωρημένων καὶ πεπυσμένων ἐστὶ καὶ οὐδεμίαν ἐπιδεξαμένων ἀμφισβήτησιν παρὰ τοῖς ἀπὸ Πλάτωνος φιλοσόφοις. ἀλλὰ τίς ὁ αἰὼν καὶ τίς ὁ κινητῶς αὐτὸν ἀπομιμούμενος χρόνος, τοῦτο [δὲ] καὶ νοῆσαι καὶ κεκρατημένως ἐρμηνευθῆσαι παγχάλεπον. ὁhtëon δὲ ὅμως περὶ αὐτῶν τῶν ἀρεσάντων τοῖς πρεσβυτέροις τὰ χαριέστατα καὶ εἴ τι συντεῖνον εἰς σαφήνειαν καὶ διάρθρωσιν τῶν προκειμένων εἰς ἐπίσκεψιν πραγμάτων προσθεῖναι δυννηθείημεν. χρόνον μὲν οὖν ἔννοιαν καὶ συναίσθησιν καὶ οἱ πολλοὶ τῶν ἀνθρώπων ἔχουσιν, εἰς τε τὴν <τῶν> ὑπὸ σελήνην καὶ τὴν τῶν οὐρανίων κίνησιν ἀποβλέποντες καὶ κινήσεώς τι τὸν 30