Ancient Greek
3.220.34
Proclus Phil., In Platonis Timaeum Commentaria 3.220.34
Unproofread scanNot analysed yet
15 τίς om D 17 παραγομένων ς (cf. p. 203,17 s) :παραγενο- εἶναι τοὺς λόγους ἔφαμεν, οἰκείως αὐτοὺς πρὸς τὴν δημι-ουργικὴν πρόνοιαν ἐκλαμβάνειν. εἰ δὴ οἱ λόγοι οὗτοι νοή-σεις εἰσίν, αἱ δὲ νοήσεις αὗται ποιήσεις, τί ἂν φαίμεν ἀπὸ τῆς πρωτίστης ἐπιβολῆς τὸν δημιουργὸν εἰς τὸ πλῆθος τῶν ἐγκοσμίων θεῶν ποιεῖν; ἢ δῆλον, ὅτι ταύτην αὐτοῦ τὴν ἐνέργειαν ἐκθεωτικὴν ἑροῦμεν· μία γὰρ αὕτη νόησις ἀπὸ τοῦ δημιουργοῦ προϊοῦσα θεία πρωτίστη καὶ ἀπλουστάτη, <ἢ> πάντας ἐκθεοῖ τοὺς δεχομένους αὐτὴν καὶ ποιεῖ θεοὺς δημιουργικούς, θεοὺς μεθεκτούς, θεοὺς ἀφανεῖς ἅμα καὶ ἐμφανεῖς· τοῦτο γὰρ ἦν, ὥσπερ εἴρηται, τὸ θεοὺς εἶναι θεῶν· οὔτε γὰρ τὸ θεοὶ μόνον αὐτοῖς οἰκεῖον (οὐ γὰρ εἰσιν ἀφανεῖς), οὔτε τὸ θεοὶ δις ῥηθέν, ὡς ἂν εἴ τις φαίη θεοὶ καὶ θεοί· πᾶς γὰρ ὁ τοιοῦτος δεσμὸς μεμηχανημένος ἐστὶ καὶ ἀλλότριος τῆς θείας ἐνώσεως. εἴρηται μὲν οὖν καὶ ταῦτα μετρίως. δεῖ δὲ μηδὲ ἐκεῖνον ἀπεῖναι τὸν λόγον, τὸν τὰς ἐξηγήσεις εἰς μίαν ἄγοντα συμφωνίαν, ὅτι πᾶς ἐγ-κόσμιος θεὸς ἔχει μὲν καὶ ζῷον ἐξηρημένον, καθ’ ὃ δὴ καλεῖται ἐγκόσμιος, ἔχει δὲ καὶ ψυχὴν θείαν, ἥ διοικεῖ τὸ ἐξημμένον ὄχημα αὐτῆς, ἔχει δὲ καὶ νοῦν ἄυλον καὶ χωρι-στόν, καθ’ ὃν ἥνωται πρὸς τὸ νοητόν, ἵνα καὶ μιμῆται τὸν κόσμον, ἐν ᾧ πάντα ταῦτά ἐστι, καὶ τῷ μὲν ζῷῳ τοῦ αἰσθη-τοῦ μέρος ἢ, τῷ δὲ νῷ τῆς νοητῆς οὐσίας, τῇ δὲ ψυχῇ συνάπτῃ τὴν ἀμέριστον ἐν αὐτῷ ζωὴν πρὸς τὴν περὶ τὸ σῶμα μεριστήν. τριπλῆς δὲ οὐσίας τοιαύτης ἐν ἑκάστῳ συστά-σεως οὔτε πρὸς τοὺς νοὺς ὁ Πλάτων ἐνταῦθα παραδίδωσι λέγοντα τὸν δημιουργόν (ἀνεκφοίτητοι γὰρ εἰσιν οἱ νόες τοῦ θείου νοῦ καὶ ἀγένητοι παντελῶς· ἢ γοῦν ψυχὴ πρώτη τῶν γενομένων ἐστί, μικρὸν δὲ ὑστερον ἔρει [41B] πρὸς αὐτοὺς τὸ ἐπείπερ ἐγένεσθε), οὔτε πρὸς τὰ ζῷα μόνα τὰ ἐξημμένα τῶν ψυχῶν (ἐκεῖνα γὰρ ἄλλων ἐστὶ καὶ οὐ πέ-φυκεν ἀμέσως τῆς μιᾶς δημιουργικῆς ἀπολαύειν νοήσεως), οὔτε πρὸς τὰς ψυχὰς καθ’ ἑαυτάς (αὗται γὰρ ἀθάνατοι