Ancient Greek
3.222.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.222.2
Unproofread scanNot analysed yet
Ὦν ἐγὼ δημιουργὸς πατὴρ τε ἔργων, ὧν δι’ ἐμοῦ γενόμενα ἄλυτα ἐμοῦ γε ἐθέλοντος [41 A]. Ἔοικεν, ὡς συντόμως εἰπεῖν, εἰς τρία τὴν ὅλην δημιουργίαν ἀναπέμπειν ἐνεργήματα τοῦ ἑνὸς δημιουργοῦ πρὸς τοὺς πολλούς, τὸ ἐκθεωτικόν, τὸ τῆς συνοχῆς παρεκτικόν, τὸ τῆς πρὸς τὸ αὐτοζῶον ὁμοιότητος χορηγόν· αὕτη μὲν γὰρ ἡ ἀνάκλησις θεοὺς ἀποφαίνει τοὺς ὑπ’ αὐτοῦ προελθόντας, οἱ δὲ περὶ τοῦ ἀλύτου καὶ λυτοῦ λόγοι τὸ μέτρον αὐτοῖς τῆς ἐν τούτοις μεσότητος ἀφορίζοντες τὴν σύμμετρον αὐτῶν τῇ τάξει διαμονὴν τε καὶ συνοχὴν ἐπορέγουσιν, οἱ δὲ περὶ τῆς δημιουργίας τῶν θνητῶν αὐτοῖς παρακελευό-