Ancient Greek
3.224.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.224.1-2
Unproofread scanNot analysed yet
δημιουργικῆς αἰτίας, ἀεὶ ὡσαύτως γιγνόμενα διαμένει καὶ πάσης ἐξῆρηται τῆς τρεπτῆς καὶ ἀλλοιωτῆς οὐσίας, ὅσα δὲ καὶ ἀπ’ ἐκείνης μὲν καὶ ἐξ ἄλλων δὲ κινουμένων ἀρχῶν, ἀμετάβλητα μὲν ἐστι καθ’ ὅσον ἀπ’ ἐκείνης, μεταβλητὰ δὲ καθ’ ὅσον ἀπὸ τούτων· ὁ γὰρ μόνος ὁ δημιουργὸς ἀπο-γεννᾷ, ταῦτα ἄτρεπτα δημιουργεῖ καὶ ἄλυτα κατὰ τε τὴν αὐτῶν φύσιν καὶ κατὰ τὴν αὐτοῦ δύναμιν τε καὶ βούλησιν· ἐκείνοις τε γὰρ ἐνδίδωσι φρουρητικὴν αὐτῶν καὶ σωστικὴν δύναμιν καὶ αὐτὸς ἐξῃρημένως συνέχει τὴν οὐσίαν αὐτῶν· πάντα γὰρ σῴζεται διχῶς καὶ ἐκ τῆς ἐν αὐτῷ δυνάμεως καὶ ἐκ τῆς προνοητικῆς ἀγαθότητος καὶ δυναμένης ὡς καὶ βουλομένης πάντα διατηρεῖν, ὧσις ἀεὶ σῴζεσθαι θέμις. ἔστι μὲν οὖν, ὡςπερ εἴπομεν, καὶ παρὰ τὴν ἑαυτῶν φύσιν ἄλυτα τὰ θειότατα τῶν φανερῶν, ἔστι δὲ καὶ παρὰ τὴν δημιουργικὴν δύναμιν τὴν διήκουσαν δι’ ὅλων καὶ συνέχουσαν αὐτὰ διαιωνίως· αὕτη γὰρ ἐστὶν ἡ φρουρὰ καὶ ὁ θεῖος θεσμὸς ὁ πάντων συνοχεύς. τούτων δὲ ἔτι κυριωτέρα καὶ μείζων αἰτία ἡ δημιουργικὴ βούλησις καὶ τῇ δυνάμει χρωμένη· τί γὰρ ἄλλο τῆς ἀγαθότητος ὑπέρτερον ἢ ποῖος δεσμὸς ταύτης τελειότερος, ἢ τὴν ἕνωσιν ἐπιλάμπει καὶ τὴν αἰώνιον οὐσίαν συνέχει καὶ πέρας ἐστὶ καὶ μέτρον ἁπάντων; εἰς ἣν καὶ νῦν ὁ δημιουργὸς ἀνήνεγκε τὴν τῆς ἄτρεπτον δυνάμεως αἰτίαν εἰπὼν ἐμοῦ γε ἐθέλοντος· ἐπέστησε γὰρ φρουρὸν τοῖς οἰκείοις ἔργοις τὴν ἑαυτοῦ βούλησιν, ἐνοποιὸν καὶ συνεκτικὴν καὶ μετρητικὴν ὑπάρχουσαν τῶν ὅλων. ἀλλὰ τίς ὁ δημιουργὸς καὶ τίς ὁ πατήρ, εἴρηται μὲν καὶ πρότερον [I 299 ss], λεγέσθω δὲ συντόμως καὶ νῦν, ὅτι τέτταρά ἐστι ταῦτα, ὁ πατὴρ καὶ ὁ ποιητής, καὶ τέτταρες οὗτοι <οἱ> τὴν ἀναλογίαν ταύτην σῴζοντες εἰσιν ἐφεξῆς· πατὴρ μὲν ὁ πρῶ-τος ἀπὸ τοῦ ἑνὸς προελθὼν Αἰθήρ. πατὴρ δὲ καὶ ποιητῆς ὁ κατὰ παράδειγμα θεός,