Ancient Greek
3.226.2 to 3.227.25
Proclus Phil., In Platonis Timaeum Commentaria 3.226.2-2-3.227.25
Unproofread scanNot analysed yet
12 μηκέτι <δὲ> ci s σύγχυσιν D 18 διὰ τὸ δεσμὸν Q 21 αὐτῷ ll. 29 οὐδὲ Q 32 ὑφεσταμένον Q πάντη καὶ ὑφ’ ἑτέρου παντὸς ἄλυτον καὶ ὑφ’ ἑαυτοῦ ***,καθάπερ καὶ κινούμενον ἐστι διχόθεν καὶ ὑφεστὼς ὁμοίως. τούτοις δὲ τοῖς δύο τρόποις ἀντίκεινται τοῦ λυτοῦ δύο τρόποι, τῷ μὲν πῆ παρ’ ἑτέρου τε παντὸς καὶ ὑφ’ ἑαυτοῦ ἀλύτῳ τὸ παρ’ ἑτέρου καὶ ἑαυτοῦ λυτόν, ὁ δὴ καθ’ ἑαυτὸ μέν ἐστι λυτὸν ὡς ἐκ διηρημένων ὧν, τῷ δὲ ἐν ἄλλῳ τῷ πρὸ αὐτοῦ τὰς αἰ- τίας προεῖναι τῶν ἀπλῶν, ἐξ ὧν ὑφέστηκε, καὶ ὑπ’ ἐκείνου πῆ καὶ κατ’ αὐτὸ τοῦτο μόνον γίγνεται λυτόν. τῷ δὲ ἀπλῶς ὄντι διχόθεν ἀλύτῳ παρ’ ἑαυτοῦ καὶ παρ’ ἄλλου τὸ διχόθεν ἀπλῶς λυτὸν καὶ ἐν αὐτῷ τε τὴν τῆς λύσεως αἰτίαν ἔχον καὶ ἀπ’ ἄλλου ταύτην ὑποδεχόμενον. τέτταρα δ’ οὖν ταῦτά ἐστιν· ἄλυτον ἀπλῶς παρ’ ἑτέρου καὶ ἑαυτοῦ <καὶ λυτὸν ἀπλῶς παρ’ ἑτέρου καὶ ἑαυτοῦ> καὶ πάλιν ἄλυτὸν πῆ διχῶς, λυτὸν πῆ διχῶς. τούτων δὴ τῶν τεττάρων τὸ μὲν πρῶτον ὑπάρχει τοῖς νοητοῖς (ἔκεῖνα γὰρ ἄλυτά ἐστιν ὡς ἀπλᾶ πάντα καὶ οὐδεμίαν ἐνδεχόμενα σύνθεσιν ἢ λύσιν), τὸ δὲ τέταρτον τοῖς θνητοῖς, ἃ καὶ παρ’ ἑαυτῶν ἐστι λυτὰ καὶ παρ’ ἄλλων, ὡς καὶ ἐκ πολλῶν ὄντα καὶ οὕτως σύνθετα ὑπὸ τῶν αἰτίων, ὡς καὶ λυθησόμενα, τὰ δὲ μέσα τοῖς ἐγκοσμίοις θεοῖς· συντρέ- χει γὰρ τόδε τὸ δεύτερον καὶ τρίτον ἐπὶ τούτων· καὶ γὰρ ἄλυτά πῆ ἐστι τὰ ἔργα τοῦ πατρὸς, <ὡς> καὶ παρ’ ἑαυτῶν τε σωζόμενα καὶ διὰ τὴν ἐκείνου βούλησιν, καὶ αὖ πάλιν πῆ λυτά, διότι δέδεται μὲν ὑπ’ ἐκείνου, τὸν δὲ λόγον ἔχει τῶν ἀπλῶν ἐκεῖνος, ἐξ ὧν ἡ σύνθεσις τούτοις γεγέννηται. πᾶν οὖν τὸ δεθὲν λυτόν, καὶ τὰ ἔργα <ἃρα> τοῦ πατρὸς· δέδεται γὰρ τὰ μὲν σώματα διὰ τῆς ἀναλογίας (δεσμὸς γὰρ αὐτῶν