Ancient Greek
3.229.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.229.2
Unproofread scanNot analysed yet
φύσιν, τὸν δὲ κατὰ τὴν δημιουργικὴν βούλησιν; πῶς δὲ οὐχὶ καὶ εἰς αὐτὸν ἀσεβήσομεν τὸν δημιουργὸν ταῦτα λέγοντες; εἰ μὲν γὰρ βουλόμενος ἄλυτα ποιῆσαι τὰ ἑαυτοῦ δημιουργήματα δύναμιν οὐκ ἔχει ποιητικήν, ἄτοπον τὸ διεξεῦχθαι τὴν βούλησιν ἐκεῖ τῆς δυνάμεως, ὁ μηδὲ ἐπὶ τῶν σπουδαίων ἔχει τινὰ λόγον. εἰ δὲ βούλεται καὶ δύναται ποιεῖν ἄλυτα ταῦτα, καὶ ποιεῖ ἄλυτα δυνάμενος· ὥστε καὶ D κατὰ φύσιν· ἐστὶν ἐν τούτοις τὸ ἄλυτον· γέγονε γὰρ ἄλυτον αὐτῶν ἕκαστον, ἀλλ’ οὐχὶ γενοὺς λυτὸν εἰσαύθης ἄλυτον γέγονε· παρ’ ἑαυτῶν γὰρ ἄλυτα τὰ ἔργα τοῦ πατρὸς διὰ τὴν ἐκείνου δύναμιν γεγονότα καὶ κατὰ βούλησιν τὴν δημιουργικὴν ἄλυτά ἐστιν. ἐπεὶ δὲ σύνθετά ἐστι καὶ δεσμῷ τὸ ἄλυτον ἔχοντα, δῆλον ὅτι καὶ λύσις τῇ αὐτῶν ἐστι, καθ’ ὅσον ἐξ ἀπλῶν συνέστηκεν, ὧν ἔχει διωρισμένας αἰτίας καὶ ὁ πατὴρ· ἄμα ἄρα καὶ ἄλυτά ἐστι καὶ λυτὰ καὶ οὐχ οὕτως ἄλυτα, ὡς τὸ νοητόν· ἐκεῖνο γὰρ ἄλυτον δι’ ἀπλότητος ὑπεροχήν, τὸ δὲ ἐν τούτοις ἄλυτον ἄμα καὶ λυτὸν ἐστιν, ὡς ἐξ ἀπλῶν σύνθετον καὶ ὡς δεδεμένον ἀιδίως· τῶν γὰρ δεδεμένων ἀπάντων λυτῶν ὄντων τὰ μὲν αἰδία κατὰ τὸν πάντα χρόνον κάλλους μετασχόντα ἀπὸ τοῦ νοητοῦ καὶ ἐνώσεως θείας καὶ ἀρμονίας δημιουργικῆς ἄλυτά ἐστι, τὰ δὲ θνητὰ μόνως ἐστὶ λυτά, διότι σύννεστι τῷ αἰσχρῷ καὶ τῷ ἀναρμόστῳ τῆς ὕλης, καὶ τὰ μὲν ἡρμοστai καλῶς κατὰ τὴν ἀπὸ τοῦ ἀρμόσαντος ἐνδοθεῖσαν αὐτοῖς ἕνωσιν, τὰ δὲ οὐκέθ’ οὕτως διὰ τὸ πλήθος τῶν αἰτιῶν οὐκέτι τὴν ὁμοίαν ἕνωσιν ἐνδιδόν- E ταν· πολυμιγὴ γὰρ ὄντα τὴν ἕνωσιν ἔχει διαπεφορημένην, ὥστ’ εἰκῶς καὶ τὴν ἀρμονίαν ἔλαχε κεχαλασμένην· ὥστε πᾶν μὲν τὸ δεδεμένον λυτόν, ἀλλὰ τὸ μὲν οὐτο, λυτὸν καὶ ἄλυτον, τὸ δὲ λυτὸν μόνον, ὥσπερ καὶ τὸ νοητὸν ἄλυτον μόνον. Διὰ τί οὖν τὸ πρῶτως δεδεμένον ἄμα λυτὸν καὶ ἄλυτον; διότι καλῶς ἡρμοστai καὶ ἔχει τὸ εὖ· κέκτηται γὰρ ἀπὸ μὲν τοῦ εὖ τὴν ἕνωσιν (ἐνοποιὸς γὰρ ἡ ἀγαθότης),