Ancient Greek
3.234.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.234.2
Unproofread scanNot analysed yet
Φέρε δὲ καὶ τὰ καθ’ ἕκαστον, εἰ δοκεῖ, συντόμως ἐπιδρώμεν. ἡ μὲν δὴ ‘γένεσις’ ὅπως ἐφαρμόζει τοῖς ἐγκοσμίους θεοῖς, εἴρηταί μοι πολλάκις καὶ ὅτι τὴν σύνθεσιν δηλοῖ καὶ τὴν μετὰ χρόνου ζωήν καὶ τὴν ἀπ’ ἄλλης αἰτίας πᾶροδον καὶ τὴν τῷ χρόνῳ παντὶ συμπαρεκτεινομένην, ἀλλ’ οὐκ ἀεὶ οὖσαν. τὸ δὲ ἀθάνατοι μὲν οὐκ ἔστε οὐδὲ ἄλυτοι δηλοῖ, ὅτι γίγνεσθε ἀθάνατοι καὶ ἄλυτοι· τὸ γὰρ ‘εἶναι’ τούτων ἐκάτερον μόνοις τοῖς αἰωνίοις πάρεστι, τὸ δὲ ‘γίγνεσθαι’ πρέπεις τοῖς γενήτοις, ὧν τὸ ζῆν εἰς τὸν ὅλον χρόνον παρατείνει. τὸ δὲ ‘μὴ πάμπαν ἀθάνατον μηδὲ πάμπαν ἄλυτον’ εἴδη πολλὰ τῆς ἀθανασίας παραδίδωσιν· αὐτὸς γοῦν μικρὸν προελθὼν ἀθανάτους ἀποκαλέσει [41 C] τὰς θείας ψυχάς,