Ancient Greek
3.236.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.236.2
Unproofread scanNot analysed yet
Nῦν οὖν ὁ λέγω πρὸς ὑμᾶς ἐνδεικνύμενος, μάθετε [41 B]. Ἡ μὲν οὖν πρωτίστη τῶν ἐγκοσμίων θεῶν ἀνάκλησις ἐκθεωτικὴ τῶν ἀκουόντων ἦν· πάντας γὰρ αὐτοὺς ἀπέφαινε θεούς, μεθεκτοὺς μὲν τοῖς σώμασιν, οἷς ἐποχοῦνται (θεοὶ γὰρ καὶ ταῦτα, ὡς ἀγάλματα θεῶν, ὅπου καὶ τὴν γῆν πρῶΕ τὴν εἶπε [40 C] καὶ πρεσβυτάτην τῶν ἐντὸς οὐρανοῦ θεῶν), μετόχους δὲ τῶν ὡς ἀληθῶς θεῶν, ὧν ἐξήρτηνται πρὸ γενέσεως ὄντων· οὗτοι γάρ, ὡς εἶπε, γένεσιν ἔσχον. ἡ δὲ μετὰ ταύτην δῆσις αἰώνιον αὐτοῖς ἐνετίθει δύναμιν διὰ τὴν μετουσίαν τῆς ἀλύτου συνοχῆς. αὕτη δὲ ἡ νῦν προκειμένη πληροῖ νοήσεων αὐτοὺς θείων καὶ δημιουργικῶν ἄνωθεν ἀπὸ τοῦ νοητοῦ ζῶου προιουσῶν· ἡ γὰρ μάθησις τῆς τῶν ζῴων δημιουργίας πρέπουσα μὲν ἐστι ψυχαῖς ὡς μάθησις, ἀποπληροῖ δὲ τῆς δημιουργικῆς νοήσεως τῶν ἐν τῷ νοητῷ ζῷῳ πάντων εἰδῶν τὸ πλῆθος τῶν θεῶν, διὰ μὲν τοῦ νῦν τὸ αἰώνιον πῶς ἐπιδεικνυμένη, διὰ δὲ τοῦ ὅπερ τὸ ἡνωμένον αὐτῆς καὶ συνεσπειραμένον, διὰ δὲ τοῦ λέγω τὸ προϊὸν εἰς τὸ πλῆθος καὶ διασπειρόμενον περὶ τοὺς πολλούς θεούς, διὰ δὲ τῆς ‘ἐνδείξεως’ τὴν ἀπὸ τῶν νοητῶν καὶ ἀφανῶν αἰτίων πλήρωσιν· ἐνδεικνύμεθα γὰρ μόνον ἐπὶ τῶν ἀφανῶν τοῖς πολλοῖς. διὰ δὲ πάντων ὁμοῦ δῆλον ὡς ἑαυτὸν μὲν ἀνὰ λόγον ἵστησι πρὸς τὸν νοητὸν νοῦν, πληροῖ δὲ νοήσεως τὸν ἐγκόσμιον ἀριθμὸν τῶν θεῶν, ἔτι δὲ ἐπι-