Ancient Greek
3.238.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.238.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 41BC] B τῶν, καθ’ ὅς ὑφιστάνειν παρακελεύεται τὰ θνητὰ γένη τοῖς νέοις θεοῖς· προκατάρχει γὰρ αὐτὸς καὶ τῆς τούτων ποιήσεως καὶ αὐτῷ τῷ λέγειν, ὅτι ποιητέον, ποιῶν (οἷ τε γὰρ λόγοι τοῦ πατρὸς νοήσεις εἰσι δημιουργικοὶ καὶ αἱ νοήσεις ποιήσεις)· ἐπιτρέπει δὲ τὴν προοδεξὴ ποίησιν τοῖς πολλοῖς. καὶ ὁρᾷς πάλιν, ὅπως ἡ τάξις ἀναφαίνεται τῶν ποιητικῶν αἰτίων καὶ γεννητικῶν· τὰ γὰρ θνητὰ ζῷα ποιεῖ μὲν καὶ ὁ τῶν ἐγκοσμίων χορῶν θεῶν, ἀλλὰ μετὰ νιήσεως καὶ μεταβολῆς, ποιεῖ δὲ καὶ ὁ δημιουργός, ἀλλὰ τῷ λέγειν (τοῦτο δὲ ταὐτὸν τῷ νοεῖν· λέγει γὰρ δήπου νοοῦν καὶ ἀκινήτως καὶ νοερώς), ποιεῖ δὲ καὶ τὸ αὐτοζῶον (ἔχει γὰρ μίαν αἰτίαν πάντων πτηνῶν καὶ πάντων ἐνύδρων καὶ πάντων χθονίων), ἀλλὰ μετὰ σωτηρῆς καὶ αὐτῷ τῷ εἶναι καὶ νοητῶς· διαδέχεται γὰρ τὴν μὲν πατρικὴν σιγὴν ὁ δημιουργικὸς λόγος, τὴν δὲ νοητὴν αἰτίαν ἡ νοερὰ ποίησις, τὴν δὲ κατὰ τὸ εἶναι πρόνοιαν ἡ κατὰ τὸ ἐνεργεῖν ἀπογέννησις, καὶ τὸν μὲν λόγον ἡ κίνησις, τὴν δὲ νοερὰν ἐνέργειαν ἡ τῷ αἰσθητῷ συμπεμιγμένη διακόσμησις· τὰ γὰρ ἔσχατα δημιουργήματα δεῖται τοιαύτης ποιητικῆς αἰτίας. πᾶν γοῦν τὸ μεταβλητόν