Ancient Greek
3.24.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.24.1
Unproofread scanNot analysed yet
10 ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 37D] ἐξηρτῆσθαι πᾶσι τοῖς μὲν ἀμυδρότερον, τοῖς δὲ ἐναργέ-στερον τὸ εἶναι καὶ τὸ ζῆν. Δεῖ δὴ ἡμᾶς ἐν τῷ παρόντι διαφερόντως ἰδεῖν, τίς ὁ αἰὼν κατὰ Πλάτωνα καὶ τίς ὁ χρόνος, καὶ μήτε τὸ εἴδωλον τοῦ χρόνου χρόνον τί-θεσθαι μόνον μήτε τὸν αἰῶνα νοητὸν ἀπλῶς εἶναι τινα θεόν, ἀλλ’ ἐν ποίᾳ τάξει τῶν νοητῶν ὑφέστηκε πρῶτον καταδήσασθαι· τοῦτο γὰρ ἐστὶ μάλιστα τῆς Πλάτωνος ἐπι-στήμης τὸ ἐξαιρετον. ὁ τοίνυν αἰὼν ὅτι σεμνότερός ἐστι καὶ ἀρχαικώτερος καὶ οἷον μωνιμώτερος τοῦ αὐτοζῶου, καὶ-περ ὄντος καλλίστου καὶ τελειοτάτου τῶν νοητῶν ζώων, ὡς αὐτὸς ἐν τοῖς πρώτοις εἴρηκε [30D], παντὶ πρόδηλον· εἰ γὰρ τὸ μὲν αἰώνιον ὡς μετέχον λέγεται τε καὶ ἐστιν, ὁ δὲ αἰὼν οὔτε μετέχειν εἴρηται τοῦ αὐτοζῶου οὔτε ἐπωνυμίαν ἀπ’ αὐτοῦ κατεδέξατο, δῆλον, ὡς τὸ μὲν ἐστὶ δεύτερον, τὸ δὲ ἀπλούστερον καὶ ἀρχαικώτερον· οὔτε γὰρ μετέχει τοῦ αὐτοζῶου, διότι μὴ ἐστὶ ζῶον (οὔδὲ γὰρ ὁ χρόνος ὁρατὸν ζῷον ἐστιν), οὔτε ἄλλο τι ζῴων ἐστι (δεδείκται γὰρ, ὅτι μονογενὲς τὸ αὐτοζῶον αἰώνιον ),διότι κρείττων ὁ αἰὼν· τὸ γὰρ αἰώνιον οὐδ’ ὅπερ αἰὼν οὔτε κρείττων αἰῶνος, ἀλλ’ ὥσπερ τὸ ἐννοῦν καὶ τὸ ἐμψυχον νοῦ καὶ ψυχῆς ἐπίταδες πάντες φαμέν, οὕτω δὴ καὶ τὸ αἰώνιον αἰῶνος δεύτερον. καὶ τί ἂν εἴη, φαίη τις ἂν, εἰ τοῦ αὐτοζῶου σεμνότερόν ἐστιν, ὁ κάλλιστόν τε εἴρηται [30D] τῶν νοουμένων καὶ κατὰ πάντα τέλειον; ἢ μάλιστα μὲν τὸ κάλλιστον, καὶ εἰ τὴν τοῦ καλοῦ προσείληφεν ἀκρότητα διὰ τὴν ἄγαν μέθεξιν, ἀλλ’ οὐχὶ τὴν τοῦ ἀγαθοῦ· οὐ γὰρ εἴρηται ἄριστον· ὥστε δύναί’ ἂν ὑπὸ τοῦ ἀρίστου κρατεῖσθαι, πρὸς τῷ καὶ οὐ πάντων ἀπλῶς τῶν νοητῶν, ἀλλὰ ζώων αὐτὸ τῶν νοου-μένων εἶναι κάλλιστον. οὐδὲν οὖν ζῴων, ἀλλ’ εἴπερ, ζωὴ ἄπειρος. ἔπειτα δὲ οὐκ ἀνάγκη πρῶτιστον εἶναι τὸ κατὰ πάντα τέλειον· τὸ μὲν γὰρ τέλειον πάντα ἔχει, ὥστε καὶ πρῶτα καὶ μέσα καὶ τελευταῖα· ὁ δὲ ἐστιν ὑπὲρ ταύτην τὴν