Ancient Greek
3.24.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.24.2
Unproofread scanNot analysed yet
καὶ τί ἂν εἴη, φαίη τις ἂν, εἰ τοῦ αὐτοζῶου σεμνότερόν ἐστιν, ὃ κάλλιστόν τε εἴρηται [30 D] τῶν νοουμένων καὶ κατὰ πάντα τέλειον; ἢ μάλιστα μὲν τὸ κάλλιστον, καὶ εἰ τὴν τοῦ καλοῦ προσείληφεν ἀκρότητα διὰ τὴν ἄγαν μέθεξιν, ἀλλ’ οὐχὶ τὴν τοῦ ἀγαθοῦ· οὐ γὰρ εἴρηται ἄριστον· ὥστε δύναίτ’ ἂν ὑπὸ τοῦ ἀρίστου κρατεῖσθαι, πρὸς τῷ καὶ οὐ πάντων ἀπλῶς τῶν νοητῶν, ἀλλὰ ζώων αὐτὸ τῶν νοουμένων εἶναι κάλλιστον. οὐδὲν οὖν ζῷον, ἀλλ’ εἴπερ, ζωὴ ἄπειρος. ἔπειτα δὲ οὐκ ἀνάγκη πρῶτιστον εἶναι τὸ κατὰ πάντα τέλειον· τὸ μὲν γὰρ τέλειον πάντα ἔχει, ὥστε καὶ πρῶτα καὶ μέσα καὶ τελευταῖα· ὁ δὲ ἐστὶν ὑπὲρ ταύτην τὴν