Ancient Greek
3.242.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.242.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 41BC] ὅτι τὸν δι’ οὐ λόγον ἔχει πρὸς τὴν ὑπερκόσμιον αἰτίαν· ἀεὶ γὰρ τὰ προσεχέστερα αἴτια τὴν τοῦ δι’ οὐ τάξιν ἀποφέρεται πρὸς τὰς ἐξηρημένας ποιήσεις. ἐπεὶ καὶ τῆς νέας δημιουργίας ὄργανον ἡ φύσις καὶ ταύτης πάλιν ἄλλο τὸ ἐμφυτον θεομόν· ὥστε ὅσοι τῶν Πλατωνικῶν τῷ μὲν 5 πρώτῳ τὸ ἀφ’ οὐ καὶ ἐφ’ ὃ προσοικειοῦσιν, ὥσπερ ὁ μέγας Θεόδωρος, τῷ δὲ νῷ τὸ δι’ ὃ καὶ πρὸς ὃ, τῇ δὲ ψυχῇ τὸ ὑφ’ οὐ καὶ τὸ καθ’ ὃ, λέγουσι μὲν τινὰ τῶν ὀνομάτων διαίρεσιν οὐκ ἀμουσον, ἀμαρτάνουσι δὲ τῆς τοῦ Πλάτωνος D κρίσεως· τῷ γὰρ δημιουργικῷ νῷ καὶ τὸ ὑφ’ οὐ καὶ τὸ δι’ οὐ 10 προσῆκεν αὐτὸς καὶ οὐδὲν δεῖ τὰ ὀνόματα διαιρεῖν κατὰ τὰς θείας τάξεις, πλὴν ὅτι τὸ μὲν δι’ ὃ τελικόν ἐστι, τὸ δὲ πρὸς ὃ παραδειγματικόν. καλῶς δὲ οὐδὲν πάντα ταῦτα ἐν τῷ δημιουργῷ θεωρεῖν, ὡς μὲν θεῷ τὸ δι’ ὃ (τέλος γὰρ ἡ ἀγαθότης), ὡς δὲ νοητικῷ τὸ δι’ οὐ (ποιεῖ γὰρ δι’ ἐνεργείας νοητικῆς οὐ προηγουμενῆς οὐσίας τῆς γνώσεως, συντελούσης δὲ δι’ ἑαυτῆς τῇ δημιουργίᾳ, καθ’ ὅσον δημιουργεῖ 15 πρότερον νοῶν). καὶ μὴν καὶ τὸ βίου μετασχόντα πάνυ δαιμονίως προσέθεκε· τί γάρ; εἰ γένοιτο μὲν ὑπ’ αὐτοῦ τὰ ὅλα στοιχεῖα, πῦρ καὶ ἀὴρ καὶ ὕδωρ, ἄψυχα δὲ ὅμως, ἄρα 20 θεοὶς ἰσάζοιτο ἂν ὥσπερ δὴ καὶ καλοῦμεν τὴν γῆν θεὸν καὶ τὸ πῦρ; οὐδαμῶς· τὸ γὰρ πρώτως ἐκθεοῦν τὰ ὅλα σώματα ψυχὴ ἐστιν, ὥσπερ καὶ ἐν Νόμοις [X 899B] εἴρηκεν. εἰ δὲ καὶ γένοιτο δι’ αὐτοῦ καὶ βίου μετασχοι δι’ αὐτοῦ, ζωὴν ἔξει καὶ ψυχὴν· ὁ γὰρ βίος ἐν ψυχαῖς. εἰ δὲ μετὰ 25 τῆς ὁλότητος ἔχει καὶ τὴν ψύχωσιν, θεοῖς ἰσάζοιτο ἂν· καὶ γὰρ ὅτε τῷ κόσμῳ ψυχὴν ἐπέστησε, θεὸν εὐδαίμονα τότε πρῶτον αὐτὸν ὕμνησεν [34B], ὡς τῆς ψυχῆς θεοποιὸν ἔχούσης δύναμιν πρὸς πᾶν τὸ σωματικὸν καὶ θείας οὐσίας κατ’ οὐσίαν. 30