Ancient Greek
3.245.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.245.2
Unproofread scanNot analysed yet
Μιμοῦμενοι τὴν ἔμην δύναμιν περὶ τὴν ὑμετέραν γένεσιν [41 C]. Τοῦτό ἐστι τὸ ἀχρότατον τέλος τῆς δευτέρας δημιουργίας, ἡ πρὸς τὴν μίαν καὶ ἐξηρημένην δημιουργίαν ὁμοίωσις καὶ πρὸς αὐτὴν ἐπιστροφή· δεῖ γὰρ τὰ μὲν ἀεικίνητα τοῖς ἀκινήτοις, τὰ δὲ πολυμετάβολα τοῖς ἀεικινήτοις ἐπεσθαι, καὶ μίαν εἶναι σειρὰν ἀεὶ τῶν δευτέρων ὁμοιουμένων πρὸς τὰ πρὸ αὐτῶν. ἐπεὶ δὲ ἐν τῷ δημιουργῷ καὶ βούλησις ἦν θεία καὶ δύναμις, τὴν μὲν βούλησιν αὐτοῖς ἐξέφηγε διὰ τῆς μαθησews καὶ δι’ ἐκείνης ἀπετέλεσεν αὐτῶν δημιουργικὴν τὴν βούλησιν, τὴν δὲ δύναμιν διὰ ταύτης τῆς μιμήσεως, καθ’ ἣν προστάττει τὴν δύναμιν αὐτοὺς ἐκμιμεῖσθαι τὴν τοῦ ἑνὸς δημιουργοῦ, καθ’ ἣν ἀπεγεννήθησαν ὑπ’ αὐτοῦ· τῷ γὰρ λέγειν ὁ βούλεται βούλησιν αὐτοῖς ἐνδίδωσι καὶ τῷ λέγειν ὁ δύναται δύναμιν αὐτοῖς χορηγεῖ, καὶ τέλος ἀποφαίνει δημιουργοὺς δευτέρους μιμητὰς τοῦ πατρός. εἴτε οὖν δύναμίς ἐστιν ἐγκόσμιος εἴτε δαιμόνων ἐνέργεια δραστήριος εἴτε ἡρώων ἄλκη καὶ ὑπερφυὴς ὁώμη, πᾶσαν ὁ δημιουργὸς ὑφίστησι καὶ ἐνδίδωσιν εἰς τοὺς συμπληροῦντας ὅλην τὴν δευτέραν δημιουργίαν· ἐστὶ γὰρ ἡ πρώτη δύναμις ἐν αὐτῷ καὶ ἡ τῶν δημιουργικῶν δυνάμεων μονάς. ἐπεὶ δὲ καὶ νοῦς ἐστὶ καὶ πατήρ, εἴη ἂν ἐν αὐτῷ πάντα, ὁ πατήρ, ἡ δύναμις τοῦ πατρός, ὁ νοῦς ὁ πατρικός· ὥστε οὔδε ταύτης τῆς διαιρέσεως ὁ Πλάτων ἀνευνόητος. διὸ καὶ νῦν τὴν δύναμιν τὴν ‘ἑαυτοῦ’ προσείρηκεν ὡς πατρός καὶ τοῦτο δεδήλωκεν ἐπαγαγὼν τὸ περὶ τὴν ὑμετέραν γένεσιν· ταύτης γὰρ ὁ πατὴρ αἴτιος μετὰ τῆς δυνάμεως, ὥσπερ καὶ τῆς ἐνταῦθα γενέσεως ὁ πατὴρ μετὰ τοῦ Θ̂ηλεος.