Ancient Greek
3.247.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.247.1-2
Unproofread scanNot analysed yet
τὴν πάντων τῶν ὁπωσοῦν ἀθανάτων ἀφ’ ἑνὸς τοῦ δημι-ουργοῦ γένεσιν· ὁ δὴ καὶ ἐρεῖ προελθὼν, ὡς τῶν ἀθανά-των πάντων αὐτὸς ἐστὶ πατήρ, τῶν δὲ θνητῶν τὴν γένεσιν 310 ἄλλοις ἐπέτρεψε. ταῦτα μὲν περὶ τῆς ὅλης προθέσεως τῶνδε τῶν ῥημάτων. Ἐκ δὲ τούτων ὁρμώμενοι παρρησιασόμεθα πρὸς τοὺς Πλατωνικούς, ὅσοι τὴν ἡμετέραν ψυχὴν ἰσο-στάσιόν τε ἀποφαίνοσι τοῖς θεοῖς καὶ ὁμοούσιον ταῖς θείαις ψυχαῖς καὶ ὅσοι φασιν αὐτὴν αὐτὸν γίγνεσθαι τὸν νοῦν καὶ αὐτὸ τὸ νοητὸν καὶ αὐτὸ τὸ ἕν, ἀπολείπουσαν πάντα καὶ στᾶσαν κατὰ τὴν ἕνωσιν· πολλοῦ γὰρ δεῖ τοιοῦτόν τι περὶ αὐτῆς λέγειν ὁ Πλάτων, ὃς γε ὁμωνύμως ἀθάνατον αὐτὴν ἀποκαλεῖ ταῖς θείαις ψυχαῖς, καὶ οὐ παρὰ τὴν γένε-σιν τοῦτο ὑπομένειν, ἀλλὰ ταύτην εἰληχέναι τὴν ἀπὸ τοῦ δημιουργοῦ τάξιν, καὶ λέγεσθαι θείαν, ἀλλ’ οὐχ ἀπλῶς εἶναι θείαν· τὸ γὰρ θεῖον προσῆκει ταῖς ἀχράντοις καὶ ἀεὶ νοοῦ-σαις καὶ τὸ ἀθάνατον ταῖς πόρρω τῶν θνητῶν ἰδρυμέναις. τὸ δὲ πίπτον εἰς γένεσιν καὶ τὸ τοιαύτην οὐσίαν ἔχον καὶ δυνατόν συμμίγνυσθαι τοῖς θνητοῖς οὔτε θεῖόν ἐστιν ἀπλῶς οὔτε ἀθάνατον. καὶ ὁρᾷς πάλιν ἄλλας μεσότητας καὶ τάξιν B ἄλλην· τὰ μὲν γὰρ ἐστὶ πρῶτως ἀθάνατα, τὰ δὲ ἀθάνατα μέν, ἀλλὰ δευτέρως, τὰ δὲ ὁμωνύμως ἀθάνατα, τὰ δὲ θνητά· τελευταῖα γὰρ μέχρι τούτων ἡ φύσις, ὧν ἐπέκεινα τὸ μηδα-μῶς ὄν. οὔτ’ οὖν θείαν ἀπλῶς τὴν ἡμετέραν ψυχὴν ῥητέον οὔτε ἀθάνατον, καίτοι πολλαχοῦ δέδεικται ἀθάνατος, ἀλλ’ οὐ πρῶτως ἔχει τὴν ἀθανασίαν οὔδὲ δευτέρως μέν, εἰλικρι-νῶς δὲ ὑπάρχουσαν, ἀλλὰ συμμιγῆ πρὸς τὸ θνητόν. εἰς δ καὶ ἀποβλέποντές τινες θνητὴν αὐτὴν ὑπέλαβον. ἀλλὰ μὴν οὔδ’ εἰς ταὐτὸν ἄξομεν τοῖς ἀχωρίστοις εἴδεσι τῆς ὕλης ἢ ταῖς ἀλόγοις ζώαις· ἡγεμονοῦσαν γὰρ ἔλαχε φύσιν, ὡς φησι καὶ αὐτὸς ἐν τούτοις ὁ γεννήσας αὐτὴν πατήρ, διὸ κατὰ φύσιν αὐτῆς τὸ κρατεῖν τῆς ἀλόγου ζωῆς, καὶ ἕπεται δίκη καὶ θεοῖς ὡς ἐπιστρεφομένη πρὸς αὐτοὺς καὶ πληρουμένη