Ancient Greek
3.249.4 to 3.250.7
Proclus Phil., In Platonis Timaeum Commentaria 3.249.4-3.250.7
Unproofread scanNot analysed yet
16s ἀπὸ τοῦ πατρὸς D 19 τρίτη —22 θεούς om Q 234 ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 41 CD] ἄλογον ζωὴν σύμπασαν καὶ τὸ πνευματικὸν ὄχημα τῆς ψυχῆς, κατὰ τὴν εἰς γένεσιν ῥοπὴν τῆς ψυχῆς τὴν ὑπόστασιν διδόντες αὐτοῖς μόνον τε τὸν νοῦν ἀθάνατον διατηροῦντες ὡς μόνον καὶ μένοντα καὶ ὁμοιοῦμενον τοῖς θεοῖς καὶ μὴ φθειρόμενον, ὥσπερ οἱ παλαιοτέροι καὶ ἐπεσθαι τῇ λέξει κρίναντες, δι’ ἧς ὁ Πλάτων φθείρει τὴν ἄλογον, θνητὴν αὐτὴν καλῶν, τοὺς Ἀττικοὺς λέγω καὶ Ἀλβίνοὺς καὶ τοιούτους τινάς. οἱ δὲ τούτων μετριώτεροι, ὥσπερ οἱ περὶ Πορφύριον, καὶ πρότεροι παραιοῦνται μὲν τὴν καλουμένην φθορὰν κατασχεδαννύναι τοῦ τε ὀχήματος καὶ τῆς ἄλογου ψυχῆς, ἀναστοιχεῖούσθαι δὲ αὐτὰ φασί καὶ ἀναλύεσθαι τινὰ τρόπον εἰς τὰς σφαῖρας, ἀφ’ ὧν τὴν σύνθεσιν ἔλαχε, φυράματα δὲ εἶναι ταῦτα ἐκ τῶν οὐρανίων σφαιρῶν κατ’ οὐσίαν αἰδίων ἐστιν. ἄμφω γοῦν ἀπὸ τοῦ δημιουργοῦ καὶ κατιοῦσαν αὐτὰ συλλέγειν τὴν ψυχὴν, ὥστε καὶ εἶναι ταῦτα καὶ μὴ εἶναι, αὐτὰ δὲ ἕκαστα μηκέτ’ εἶναι μηδὲ διαμένειν τὴν ἰδιότητα αὐτῶν. καὶ δοκοῦσιν ἐπεσθαι τοῖς λογίοις [or. chald. 47] ἐν τῇ καθόδῳ τὴν ψυχὴν λέγουσι συλλέγειν αὐτὸ λαμβάνουσαν αἰθήρης μέρος ἡλίου τε σεληναίης τε καὶ ὁσα ἕξει συννῆχονται πρὸς οὓς ἐπακτέον τὰ τοῦ Πλάτωνος οὐκ ἐναργῶς φθειρόντα πᾶν τὸ ἄλογον. τρίτοι δὲ αὐ εἰσὶν οἱ πᾶσαν φθορὰν ἀνελόντες ἀπὸ τε τοῦ ὀχήματος καὶ τῆς ἀλογίας καὶ εἰς ταὐτὸν ἄγοντες γεννᾶται καθ’ ὁμοιότητα τῶν ἀστέρων, ὧν καὶ τὰς ψυχὰς καὶ τὰ ὀχήματα παρήγαγεν ὁ δημιουργός. σπεῖρει μὲν οὖν τὴν ψυχὴν γεννῶν ὡς λόγων πατὴρ, ὑπάρχει δὲ τὸ ὄχημα παράγων· τοῦτο γὰρ ἀρχὴ ἐστιν ἤδη τῆς θνητοειδοῦς ζωῆς. Τὸ δὲ λοιπὸν ὑμεῖς, ἀθανάτω θνητὸν προσσυφαινόντες [41 CD]. Τί τὸ ἀθάνατόν ἐστι τοῦτο καὶ τί τὸ θνητόν, ἐξήρηται παρὰ τοῖς τοῦ Πλάτωνος ἐξηγηταῖς. καὶ οἱ μὲν τὴν λογικὴν ψυχὴν μόνην ἀθάνατον ἀπολείποντες φθείρουσι τὴν τε