Ancient Greek
3.25.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.25.1-2
Unproofread scanNot analysed yet
τομήν, ὑπερτέλειον ἂν εἴη. κωλύεται δ’ οὖν οὐδαμῶς ὁ αἰὼν ὑπέρτερος εἶναι τοῦ καλλίστου καὶ κατὰ πάντα τελείου ζῶον, τῶν νοουμένων ζῶων πολλῶν ὄντων, εἰ ἄριστος εἴη καὶ ὑπερτέλειος. ἔπειτα δὲ καὶ τὸ μὲν αὐτοζῶον τοῦ πλήθους τῶν νοητῶν ζῶων προτετίμηται· διὰ τοῦτο οὖν εἶπε· τῷ γὰρ τῶν νοουμένων καλλίστῳ καὶ κατὰ πάντα τελείῳ. ὁ δ’ αἰὼν πρὸ τοῦ πλήθους ἐστὶ τῶν νοητῶν ζῶων (καὶ γὰρ ταῦτα αἰώνια, τὰ δὲ αἰώνια μετέχει τοῦ αἰῶνος) καὶ ἀσύντακτός ἐστι πρὸς τὸ πλῆθος αὐτῶν καὶ μᾶλλον ὡς ἀντίζους αὐτῷ· ἐνοῖ τε γὰρ τὸ πλῆθος καὶ αὐτὸς ἐν τῷ ἐνὶ μένειν εἴρηται, ὡς ἂν ἀπλήθυντος ὢν, τὸ δὲ αὐτοζῶον περιέχει πάντα ὅσα νοητὰ ζῷα, διὸ καὶ δεῖται τοῦ αἰῶνος, ἵνα ἐνώσεως καὶ συνοχῆς καὶ ζωῆς ἀστεμφοῦς καὶ ἀμεταβλήτου παρ’ αὐτοῦ μεταλαγχάνῃ. διὸ δὴ καὶ αἰώνιον αὐτὸ προσειπὼν οὐκ εἶπεν αὐτὸ πλῆθος ἔχειν ἐν ἑαυτῷ, ἀλλ’ ἐνικῶς αὐτὸ προσηγέγκατο, σημαίνων, ὅτι παρὰ τοῦ αἰῶνος ἡ ἕνωσις αὐτῷ μάλιστα παρέσται, ὡς μίαν φύσιν διὰ τὸν αἰῶνα πᾶσαν τὴν οὐσίαν τῶν νοητῶν ζῶων ἀναφαίνεσθαι. εἰ δὴ ταῦτα ὀρθῶς λέγεται, οὔτ’ ἂν ἐν τι γένος τοῦ ὄντος ὁ αἰὼν εἴη, ὡς τινες ὡρήθησαν, οἷον οὐσία ἢ στάσις ἢ ταυτότης (ταῦτα γὰρ πάντα μόρια τοῦ αὐτοζῴου, καὶ ἔχει αὐτῶν ἕκαστον ὡσανεὶ ἀντίθεσιν, ἡ μὲν τὸ μὴ ὄν, ἡ δὲ κίνησιν, ἡ δὲ θάτερον, αἰῶνι δὲ οὐδὲν ἀντίκειται· πάντα γοῦν ὁμοίως αἰώνια ταῦτα, τὸ ταυτόν, τὸ ἕτερον, ἡ στάσις, ἡ κίνησις, οὐκ ἂν δέ, εἰ ἐν τι τούτων ἦν ὁ αἰὼν· οὐ γὰρ ὁμοίως στάσις ἢ στάσις καὶ ἡ κίνησις, πάντα δὲ νοητὰ ὁμοίως ἐστὶν ἀεὶ ὄντα καὶ αἰώνια. πρὸς οὐδὲν οὖν ἀντίθετος ὁ αἰὼν ἢ τούτων ἢ τῶν μετ’ αὐτόν· καὶ γὰρ ὁ χρόνος, ὃς ἂν δόξειεν ἔχειν πρὸς αὐτὸν ἀνομοίως, πρῶτον μὲν οὐ περὶ τὰ αὐτὰ στρέφεται τῷ αἰῶνι, ἀλλὰ περὶ τὰ μὴ δεχόμενα τὴν ἐκ τοῦ αἰῶνος συνοχήν, ἔπειτα δὲ εἰκὼν ἐστὶ καὶ οὐκ ἀντίθεσις αὐτοῦ, καθ’ ὅπερ ἤδη τε λέλεκται καὶ προσυποδείξομεν [p. 17, 17 ss 32, 32 ss])· οὔτ’ ἂν οὖν ἐν εἴη γένος τοῦ ὄντος ὁ αἰὼν οὔτε τὸ σύμπαν αὐτῶν ἄθροισμα· πάλιν γὰρ ἂν πλῆθος ἐν αὐτῷ