Ancient Greek
3.252.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.252.2
Unproofread scanNot analysed yet
14 ὑπολαμβάνωμεν D 25 ἄρα φθαρτὸν καὶ D 5 27 ss cf. τοῦ ὀχήματος αἰδίους ὡς ἀπὸ τοῦ δημιουργοῦ παρηγμένας, ταύτας δὲ ἐκτεινομένας καὶ μεριζομένας ποιεῖν τὴν ζωήν ταύτην, ἣν προσυφαίνοσιν οἱ νέοι θεοί, θνητὴν μὲν οὖσαν διότι τὸν μερισμὸν τοῦτον ἀποτίθεσθαι ποτε τὴν ψυχὴν ἀναγκαῖον, ὅταν ἀποκαταστῇ τυχοῦσα καθάρσεως, πολυχρονιωτέραν δὲ τῆς τοῦ σώματος τούτου ζωῆς· καὶ διὰ τοῦτο τὴν ψυχὴν καὶ ἐν ᾍιδου καὶ τοὺς βίους αἱρουμένην ἔχειν τὴν τοιαύτην ζωήν· κατὰ γὰρ αὐτὴν τὴν ῥοπὴν προσλαμβάνει τὴν θνητὴν ταύτην ζωήν ἀπὸ τῶν νέων θεῶν. εἰ οὖν ταῦτα κρατήσειε, τὴν μὲν ἀκρότητα τῆς ἀλόγου ζωῆς ὑφίστησιν ὁ δημιουργός, αὐτὴν δὲ οὐχ ὑφίστησιν, ἐπεὶ καὶ τοὺς δαίμονας ὑφιστὰς δῆλον ὅτι παρήγαγε καὶ ἐν ἐκείνοις ἄλογον ζωήν, ἀλλ’ οὐχὶ ταύτην, ἣν οἱ νέοι θεοὶ προσυφαίνουσιν ἡμῖν· οἰκεῖα γὰρ αὐτὴ τῶν εἰς γένεσιν πιπτουσῶν ἐστι μόνον ψυχῶν· οἱ γὰρ οὖν θεοὶ καὶ τοῖς ὀχήμασιν αὐτῶν λογοειδεῖς ἐλλάμπουσι ζωάς, αὐτοὶ νοερὰς ἔχοντες ψυχάς, δαίμονες δὲ οἱ κατὰ λόγον ἰδίως ἀφωρισμένοι καὶ ἀλόγοις χρῶνται δυνάμεσι κρατοῦντες αὐτῶν, αἱ δὲ ἡμέτεραι ψυχαὶ πολλῷ πλέον ἔχουσι τὴν ἐν τῷ ὀχήματι ζωὴν ἄλογον οὖσαν ὡς πρὸς αὐτάς, πλεονάζουσι δὲ τῷ καὶ ἄλλην ἄλογον προσλαμβάνειν, ἔκτασιν οὖσαν τῆς ἐν τῷ πνεύματι ζωῆς, ἣν οἱ νέοι θεοὶ προσυφαίνοσι. πᾶν μὲν οὖν ἐκεῖνο ἀθάνατον, ὁ κατὰ μίμησιν ἔχουσι τῶν ὅλων, ἡ δὲ προσθήκη τῆς δευτέρας ἐστὶ θνητοειδής. ἡ δ’ οὖν ἐν ἐκείνῳ μία αἰσθησις καὶ ἀπαθὴς ἐν τῷ πνευματικῷ ὀχήματι μίαν αἰσθησιν ἀπογεννᾷ παθητικήν, αὕτη δὲ τὰς ἐν τῷ ὀστρεώδει σώματι πολλὰς καὶ παθητικάς, καὶ ἡ ἐν ἐκείνῳ μία δύναμις ὀρεκτικὴ τὰς ἐν τῷ πνεύματι παρήγαγε πλείους ὀρεκτικὰς δυνάμεις, ἔχούσας τι χωριστὸν ἀπὸ τοῦ ὀστρεώδους σώματος καὶ παιδεύεσθαι δυναμένας, αὗται δὲ τὰς ἐν τῷδε τῷ σώματι τελευταίας καὶ ἐνύλους. ἐπειδή δὲ τὰ μέρη μετὰ τῶν ὅλων ἐνεργεῖ, πάντως καὶ οἱ θεοὶ πολλῷ πρότερόν εἰσιν αἰτιοὶ τῶν δευτεουργῶν τούτων δυνάμεων, καὶ αἱ τῶν ψυχῶν