Ancient Greek
3.255.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.255.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 41D] τῷ ἀθανάτῳ προσυφαίνουσι τὸ θνητόν, καὶ τοῦτο ἀδιορίστως εἰπόν, ἀλλ’ οὐχὶ πάντα τὰ ζῷα, διότι καὶ τὰ φυτὰ ζῷα προελθόν ἔχει [77 A] καὶ ἀποδείξει χρήναι ζῷα προσονομάζειν καὶ ἐκεῖνα. ζῷα δὴ οὖν ἀπεργάζονται διὰ τῆς ἀθανάτου ψυχῆς, ὅσα μὴ τὸ ἔσχατον ἔχοντα μόνον τῆς ζωῆς εἶδος, τὸ ἐπιθυμητικόν, διὰ τοῦτο ζῷα προσαγορεύεται, ἀλλὰ πᾶν τὸ θνητόν, ὃ δημιουργήσουσιν αὐτοὶ καὶ ἀπεργάσονται καὶ γεννήσουσιν. εἰ δὲ μὴ μόνον ἀνθρώπων αὐτοῖς δημιουργεῖν παρεκελεύσατο τῷ ἀθανάτῳ τὸ θνητὸν προσυφαίνουσιν, ἀλλὰ ζῷα, δῆλον ὅτι καὶ τὰ ἄλλα ζῷα, ὅπόσα δημιουργοῦσιν· ὥστε εἰκότως καὶ ὁ Τίμαιος πρὸς τῷ τέλει τὴν τῶν ἄλλων ζῴων γένεσιν διὰ τῆς ἀνθρωπίνης ψυχῆς εἰς αὐτὰ μετιούσης μεταπλάττει, καὶ τοῦτο κατὰ τὴν δημιουργικὴν πρόσταξιν τῶν νέων ποιούντων θεῶν, τὰ δὲ φυτὰ μόνα χωρὶς ταύτης γεννώντων· οὐ γὰρ εἶναι καὶ ἐν τούτοις λογικὴν ψυχὴν ἀκινήτοις οὖσι κατὰ τόπον· ***τούτοις πᾶσιν αἰτίαν εἶναι τὴν αὐτοκίνητον ψυχὴν· διότι γὰρ ἀρχὴ κινήσεώς ἐστιν, ἀνάγκη τῆς πρωτίστης εἶναι κινήσεως ἀρχὴν αὐτὴν τοῖς ζῴοις. πρωτίστη δὴ ἡ κατὰ τόπον τῶν ἄλλων, ὡς καὶ Ἀριστοτέλης [phys. ε 2. 226ᵃ 32ss] ἔδειξεν· ὥστε πᾶν ζῷον κατὰ τόπον κινούμενον ἔχει τὴν αὐτοκίνητον αὐτῷ παροῦσαν ψυχήν· διὸ τὸ φυτὸν ἐν γῇ κατεροίζεσθαι ταύτην οὐκ ἔχον· ὥστ’ εἰκότως οἱ νέοι θεοὶ πλὴν τῶν φυτῶν τὰ ἄλλα ζῷα γεννῶσι καὶ ἀπεργάζονται τῷ ἀθανάτῳ τὸ θνητὸν αὐτοὶ προσυφαίνοντες. τροφὴν δὲ διδόντες τῶν φυτῶν μηχανῶνται τὴν γένεσιν, ὑφ’ ὧν ἄνθρωποι τρέφονται, καὶ τἆλλα ζῷα· καὶ γὰρ ὑφ’ ὧσων ἄνθρωποι μὴ τρέφονται, πάντως οὐδὲ κωλύει τινὰ τρέφεσθαι τῶν ζῴων, ἀλλὰ ὑπ’ ἄλλων, οἷς ἐστι συγγενὴς ἢ ἐκείνων φύσις, ὥσπερ ἡμῖν ἢ τούτων, ὑφ’ ὧν τρεφόμεθα. διὰ μὲν οὖν τῆς ἀπεργασίας συμπληροῦσι τὴν τοῦ ἑνὸς δημιουργοῦ ποίησιν (ἐκεῖνος μὲν γὰρ ὑπῆξαστο μόνον, οὗτοι δὲ ἀπεργάζονται), διὰ δὲ τῆς