Ancient Greek
3.256.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.256.1-2
Unproofread scanNot analysed yet
γεννήσεως ὅλον ὑφιστᾶσι τὸ ζῶον. καὶ διὰ μὲν τῆς ἀπεργασίας μιμοῦνται τὴν δημιουργικὴν δύναμιν, διὰ δὲ τῆς γεννήσεως τὴν πατρικὴν, καὶ διὰ μὲν τῆς ἀπεργασίας τὰ μέρη τῶν λογικῶν ζῴων τὰ θνητοειδῆ ποιοῦσι, διὰ δὲ τῆς γεννήσεως τὰ ἄλογα ζῷα καθόσον ἐστὶν ἄλογα τίκτουσιν· ὅλων γὰρ εἰσὶν ὑποστάται τῶν τοιούτων ζῴων. εἰ δὲ παραλαβόντας ἀθάνατον, ἣν ὁ δημιουργὸς ὑφίστησι, κελεύει θνητὸν ἀθανάτῳ προσυφαίνοντα ζῷα δημιουργεῖν, ἤδη ποιεῖ φανερὸν, ὅτι κατὰ τὴν δημιουργικὴν βούλησιν ἅπαν ζῶον ἐθέλει ψυχὴν ἔχειν ἀθάνατον πρὸ τῆς θνητῆς, καὶ τὴν μὲν ἀπεργάζεσθαι τοὺς νέους θεούς, τὴν δὲ τὸν ἕνα δημιουργόν. καὶ εἰ μὲν ἀλόγους ὁ δημιουργὸς καὶ λογικὰς ὑφίστησι ψυχάς, οὐδὲν ἐκώλυε[το] τὸ ἐν ἐκείνοις ἀθάνατον εἶναι ἄλογον. ἐπειδή δὲ μόνας ἐνταῦθα γεννᾷ λογικάς, πρὸς ἃς καὶ διαλέγεται τοὺς εἱμαρμένους νόμους αὐταῖς ἐντιθείς, δῆλον, ὅτι πᾶν ζῶον ἀνάγκη λογικὴν ἔχειν καὶ ἀθάνατον ψυχήν, ὃ καὶ κυρίως ἐστὶ ζῶον, κινήσεως μετέχον. ὅταν ἄρα μετάγῃ τὴν ψυχὴν καὶ εἰς ἀλόγους οἰκήσεις, οὐκ ἐπιτρέψει τοῖς λέγουσιν ἀνθρωπίνας ταύτας εἶναι κατὰ τὸ ἄλογον ζῶον τῶν ἀνθρώπων, ἀλλ’ ὡς ἀλόγων ζῴων· καὶ γὰρ οὐ μόνον διὰ τούτων δῆλός ἐστι ταῦτα λέγων, ἀλλὰ καὶ ἐν τῇ γενέσει τῶν θνητῶν εἰπὼν περὶ τῶν ἄλλων τι ζῴων ἔρειν διὰ τῆς ἀνθρωπίνης ψυχῆς πάντων παραδίδωσι τὴν γένεσιν, ἐξῆς μεθιστὰς αὐτὴν ἀπ’ ἄλλων εἰς ἄλλα καὶ μεταπλάττων τὰς τῶν σωμάτων ἰδέας κατὰ τὴν ταύτης μετάβασιν καὶ κατὰ τὸ εἶδος τῆς ζωῆς, ὃ δὴ προβάλλουσα τὴν πρὸς αὐτὰ καταδέχεται σχέσιν. πάντα δ’ οὖν τὰ ζῷα καὶ νῦν ἀπεργάζεσθαι προσταττε τοῖς νέοις <θεοῖς> ὁ πατὴρ καὶ γεννᾶν τῷ ἀθανάτῳ τὸ θνητὸν προσυφαίνουσι, καὶ ὅτι τὸ ἀθάνατον διπλοῦν εἴπομεν, ψυχὴν καὶ ὄχημα, καὶ ὅτι τὸ θνητὸν ὡσαύτως, καὶ ὡς τὰ ἕτερα τοῖς ἑτέροις ἀνὰ λόγον ἐστί, τὰ θνητὰ τοῖς ἀθανάτοις, ἐπειδή τούτοις ἡ τῆς τροφῆς