Ancient Greek
3.259.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.259.2
Unproofread scanNot analysed yet
1 πληρέστατον Q 4 fort. μὲν <οὖν> 5 αὐτῶν om D τοῦτο περὶ τῶν θείων παρὰ Πλάτωνι λόγων συννοεῖν, ὡς ἄρα πάντες ἢ πρὸς ψυχὰς εἰσιν ἢ περὶ ψυχῶν· ὁ μὲν ἐν Πολιτείᾳ [VIII 545 D ss X 617 D] τῶν Μουσῶν καὶ ὁ τοῦ προφήτου πρὸς ψυχάς, ὁ δὲ ἐν Συμποσίῳ [190 C] παρὰ τῷ Ἀριστοφάνει καὶ ὁ ἐν Ἀτλαντικῷ [121 C] μελλήσας δηθῆναι περὶ ψυχῶν, ὁ μὲν περὶ τῶν κατιέναι μελλουσῶν, ὁ δὲ περὶ τῶν ἐν γενέσει στρεφομένων. καὶ εἴρηται τὸ αἴτιον, ὡς ἄρα ψυχαῖς ἔστι μάλιστα προσήκων ὁ λόγος. Καὶ πάλιν ἐπὶ τὸν πρότερον κρατῆρα, ἐν ᾧ τὴν τοῦ παντὸς ψυχὴν κεραυνὺς ἔμισε, τὰ τῶν πρόσθεν ὑπόλοιπα κατεχεῖτο μίσγων [41 D]. Ὅτι μὲν οὖν ἡ δημιουργικὴ νόησις ποίησίς ἐστι καὶ ὅτι ταῦτα οὐ διέστηκεν ἀπ’ ἀλλήλων ἐν τοῖς θεοῖς, ἀλλὰ τὸ αὐτὸ νοεῖν τε καὶ ποιεῖν ὑπάρχει παρ’ ἐκείνοις, οὐδὲ δεῖ κινήσεως ἄλλης πρὸς τὴν γέννησιν, ἀλλ’ αὐτῷ τῷ εἶναι πάντα ὑφιστᾶσιν, ἐδήλωσε καὶ διὰ τούτων ὁ λόγος· εἰπόντα γὰρ τὸν δημιουργὸν εὐθὺς ἐπὶ τὸν κρατῆρα τρέπει καὶ τὴν τάξιν τῶν γενῶν, καὶ οὐδὲν μεταξύ τούτων, ἀλλὰ καὶ τὸ χωρὶς παραδοῦναι τὰ τε ἔργα καὶ τοὺς λόγους παρὰ τὴν ἡμετέραν ἀσθένειαν γέγονεν, οὐ δυναμένην ἐν ἑνὶ τὴν τε νόησιν ἰδεῖν τὴν ἐξηρημένην τοῦ πατρὸς καὶ τὴν ποίησιν τὴν ὑποστατικὴν τῶν μερικῶν ψυχῶν. ὅτι δὲ καὶ τὸ τῶν μερικῶν ψυχῶν γένος καθ’ ἑτέραν προελήλυθε διακόσμησιν καὶ παντελῶς ἐξήλλακται τῶν θείων ψυχῶν, τοῖς μὴ παντάπασιν ἐσκοτωμένοις ἐνεδείξατο, χωρὶς μὲν ταύτας, χωρὶς δὲ ἐκεῖνας ὑποστήσας καὶ ἐν ἄλλῳ χρόνῳ, καὶ τοῦτο οὐ μόνον ὑπὸ τῆς ἀσθενείας τοῦ λόγου παθὼν, ἀλλὰ καὶ τῇ τῶν πραγμάτων φύσει λαβὼν ἐπομένως· οὐ γὰρ ὁ αὐτὸς χρόνος ἐστὶ κατ’ ἀλήθειαν, εἰ λάβοις χρόνον τὸν μετεχόμενον ἐν τε ταῖς ὅλαις καὶ ταῖς μερικαῖς ψυχαῖς· οὔδὲ γὰρ ἡ αὐτὴ νόησις οὔδὲ τὸ αὐτὸ τῆς κινήσεως εἶδος, ἀλλ’ ἕτερος μὲν ὁ τῶν θείων χρόνος, ἕτερος δὲ ὁ τῶν μερικῶν ψυχῶν. ἔτι δὲ <pg>Q D (5)</pg> 5 ἀτλαντικῷ Q :πλατωνικῷ D 5 μελήσας (-λί-) D 5 9 τὸν om D 11 σμίγων pars Pl. ll. 14 οὐδὲν Q 15 αὐτὸ τὸ Q 16 ὑφιστάσιν Q 23 ἑκάτεραν D 5 24 s τῶν . . . ἐσκοτωμένων Q 31 οὐδὲ τὸ —32 χρόνος om D