Ancient Greek
3.260.4
Proclus Phil., In Platonis Timaeum Commentaria 3.260.4
Unproofread scanNot analysed yet
Ὅτι μὲν οὖν ἡ δημιουργικὴ νόησις ποίησις ἐστι καὶ ὅτι ταῦτα οὐ διέστηκεν ἀπ’ ἀλλήλων ἐν τοῖς θείοις, ἀλλὰ τὸ αὐτὸ νοεῖν τε καὶ ποιεῖν ὑπάρχει παρ’ ἐκείνοις, οὐδὲ δεῖ Β κινήσεως ἄλλης πρὸς τὴν γέννησιν, ἀλλ’ αὐτῷ τῷ εἶναι πάντα ὑφιστᾶσιν, ἐδήλωσε καὶ διὰ τούτων ὁ λόγος· εἰπόντα γὰρ τὸν δημιουργὸν εὐθὺς ἐπὶ τὸν κρατῆρα τρέπει καὶ τὴν τάξιν τῶν γενῶν, καὶ οὐδὲν μεταξὺ τούτων, ἀλλὰ καὶ τὸ χωρὶς παραδοῦναι τὰ τε ἔργα καὶ τοὺς λόγους παρὰ τὴν ἡμετέραν ἀσθένειαν γέγονεν, οὐ δυναμένην ἐν ἐνὶ τῇ τε νόησιν ἰδεῖν τὴν ἐξηρημένην τοῦ πατρὸς καὶ τὴν ποίησιν τὴν ὑποστατικὴν τῶν μερικῶν ψυχῶν. ὅτι δὲ καὶ τὸ τῶν μερικῶν ψυχῶν γένος καθ’ ἑτέραν προελήλυθε διακόσμησιν καὶ παντελῶς ἐξῆλλακται τῶν θείων ψυχῶν, τοῖς μὴ παντάπασιν ἐσκοτωμένοις ἐνεδείξατο, χωρὶς μὲν ταύτας, χωρὶς δὲ ἐκείνας ὑποστήσας καὶ ἐν ἄλλῳ χρόνῳ, καὶ τοῦτο οὐ μόνον ὑπὸ τῆς ἀσθενείας τοῦ λόγου παθόν, ἀλλὰ καὶ τῇ τῶν πραγμάτων φύσει λαβὼν ἐπομένως· οὐ γὰρ ὁ αὐτὸς χρόνος ἐστὶ κατ’ ἀλήθειαν, εἰ λάβοις χρόνον τὸν μετεχόμενον ἐν τε ταῖς ὅλαις καὶ ταῖς μερικαῖς ψυχαῖς· οὔθ’ γὰρ ἡ αὐτὴ νόησις οὔθ’ τὸ αὐτὸ τῆς κινήσεως εἶδος, ἀλλ’ ἕτερος μὲν ὁ τῶν θείων χρόνος, ἕτερος δὲ ὁ τῶν μερικῶν ψυχῶν. ἐπὶ δὲ