Ancient Greek
3.262.3
Proclus Phil., In Platonis Timaeum Commentaria 3.262.3
Unproofread scanNot analysed yet
οὐ γὰρ ποτε φύλον ὅμοιον ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ’ ἀνθρώπων· ἀλλὰ καὶ τὸ λογικὸν αὐτὸ διάφορόν ἐστιν· ἐν μὲν γὰρ θεοῖς νοερόν, ἐν δὲ ταῖς ἡμετέραις ψυχαῖς τῷ ἀλόγῳ συμμιγές, ἐν δὲ τοῖς μέσοις γένεσιν κατὰ τὴν ἑαυτοῦ μεσότητα ἀφώρισται· καὶ ἕκαστον τῶν ἄλλων θείας μὲν ἐστιν ἐν ταῖς θείαις ψυχαῖς, ἀνθρωπίνως δὲ ἐν ταῖς ἡμετέραις, οἱ λόγοι, τὸ εἶδος τῆς ζωῆς, ἡ νόησις, ὁ χρόνος. ταῦτα μὲν οὖν πρὸς τοὺς οἰομένους τὴν ἡμετέραν ψυχὴν ὁμοούσιον εἶναι τῇ τε τοῦ παντὸς καὶ ταῖς ἄλλαις καὶ εἶναι ἡμᾶς πάντα ἀσχέτως, πλάνητας καὶ ἀπλανεῖς καὶ τὰ ἄλλα, καθάπερ ἐκεῖνας, ὥσπερ πού φησι καὶ ὁ Ἀσιναιὸς Θεόδωρος· ἢ γὰρ τοιαύτη μεγαλοφημοσύνη πῶρω τῆς Πλάτωνός ἐστι θεωρίας. Περὶ δὲ τοῦ κρατήρος, φέρε, κατίδωμεν, ὅστις ἐστὶ, καὶ ποίαν ἔχει πρὸς τὸν δημιουργὸν τάξιν, καὶ τίνων αἴτιός ἐστι ταῖς ψυχαῖς· πολὺς γὰρ καὶ ὁ περὶ τοῦδε λόγος καὶ πλείστης μέντοι θεωρίας ἄξιος· ὁ μὲν γὰρ Θεόδωρος οὗτος