Ancient Greek
3.263.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.263.1
Unproofread scanNot analysed yet
διττὸν ποιεῖ τὸν κρατῆρα, τὸν μὲν πρῶτον, τὸν δὲ δεύτερον, καὶ τριττὸν τὸ κράμα ὕστερον τούτου· ὁ γὰρ δεύτερος κρατῆρ τὸ κράμα κατ’ αὐτὸν ἐστι. μοῖρας δὲ λοιπὸν τὴν τε τοῦ παντὸς καὶ τὰς τῶν οὐρανίων θεῶν καὶ τὰς ἡμετέρας· τὴν 5 μὲν γὰρ αὐτοψυχὴν πρότερον κρατῆρα καλεῖ, τὴν δὲ καθ’ ὅλον κρατῆρά τε ἅμα τὸν δεύτερον καὶ κράμα, τοῦ Πλάτωνος ἕνα μὲν κρατῆρα καλέσαντος καὶ ἐν αὐτῷ τὰς ψυχὰς κεράσαντος πάσας, τὰς μὲν πρώτως, τὰς δὲ δευτέρως, δευτέρου δὲ κρατῆρος οὐδ’ ὁπωστιοῦν μνημονεύσαντος οὐδὲ τῆς 10 ἐν αὐτῷ κράσεως· τί γὰρ καὶ ἔδειτο τοῦ προτέρου κρατῆρος ἀποχωρῶντος καὶ εἰς τὴν τῶν ἡμετέρων ψυχῶν ἀπογέννησιν; καὶ ἔγωγε καὶ τὸν φιλοπονώτατον Ἀττικὸν ἐθαύμασα διττὸν πού τὸν κρατῆρα λέγοντα εὑρὼν, καὶ ταῦτα εἰωθότα σφόδρα παρέπεσθαι ταῖς ὧσεσι· μέμνηται δὲ ὅμως ἐκεῖνος 15 τοῦ διποῦ κρατῆρος καὶ τὸν Φαίδρον ἐξηγούμενος. κατὰ δὲ τὸν θεῖον Ἰάμβλιχον ὁ κρατῆρ ἐστιν εἷς μέν, ζωογόνος δέ τις αἰτία περιεκτικὴ τῆς ὅλης ζωῆς καὶ συναγωγὸς αὐτῆς, ἀνέχουσα αὐτὴ ἑαυτὴν δημιουργικοῖς τισι λόγοις, οἱ διὰ πάσης μὲν τῆς ζωῆς διήκουσι καὶ δι’ ὅλων 20 τῶν ψυχικῶν τάξεων, ἐν οἰκείᾳ δὲ λήξει διεκλήρωσαν ἑκάστη ψυχῇ μέτρα τῆς συνοχῆς πρέποντα, ταῖς μὲν ἐξ ἀρχῆς πρώτα διὰ τῆς πρώτης κράσεως, ταῖς δὲ εἰσαῦθις συγκερασθείσαις δεύτερα· ἦν γὰρ ἔχουσι πρὸς ἀλλήλας τάξιν, τοιαύτην ἀπὸ τοῦ κρατῆρος λαγχάνουσι πρόοδον τοὺς τῆς ζωῆς ὅρους 25 ἐκεῖθεν παραδεχόμεναι. τοιαῦτα μὲν οὖν παρὰ τῶνδε τῶν ἀνδρῶν δόγματα προειλήφαμεν. ὁ δὲ γε ἡμέτερος καθηγεμών, ἄνωθεν ὥσπερ ἀπὸ σκοπιάς τὰ ὄντα θεώμενος καὶ ταῖς τῶν θεολόγων ὑφηγήσεσιν ἐπόμενος, ἤδη μὲν καὶ ἐν αὐτῷ τῷ πατρὶ καὶ δημιουργῷ τῶν ὅλων τὴν γόνι- 30 μον ἀπετίθετο δύναμιν, καθ’ ἣν μιμούμενος τὸν νοητὸν θεὸν καὶ πατρικὴν ἔχει καὶ μητρικὴν πρὸς τοὺς ἐγκοσμίους