Ancient Greek
3.265.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.265.1
Unproofread scanNot analysed yet
ὐπεροκόσμιον ἀπογεννώσα ψυχήν, πᾶσαν δὲ τὴν ἐγκόσμιον, προϊοῦσα δὲ ἐπὶ πάντα καὶ ζωοποιοῦσα καὶ τὸν ὅλον κόσμον, ἧν δὲ μὲν Ὀρφεύς [frg. 130] ἰσοτελῇ τῷ δημιουργῷ καλεῖ καὶ συνάπτει καὶ συξεύξας μίαν ποιεῖ μητέρα πάντων ὧν δὲ Ζεὺς πατήρ, ὁ δὲ Πλάτων κρατῆρα προσείρηκεν, ὡς πηγὴν ζωῆς ψυχικῆς· οὕτος γὰρ ὁ κρατὴρ ὑποδέχεται τὴν γεννητικὴν ἐνέργειαν τοῦ πατρὸς τῶν ψυχῶν, καὶ κατὰ τοῦτον εἰδοποιεῖται τὸ εἶδος τῶν ψυχῶν, ὅθεν καὶ κράμα προσηγόρευται. ἔχει μὲν οὖν καὶ ὁ Ζεὺς ἐν αὐτῷ βασιλικὴν ψυχήν, ὥσπερ εἶπεν ὁ ἐν τῷ Φιλίβῳ [30D] Σωκράτης, ἔχει δὲ καὶ τὴν πηγὴν ταύτην συνεργαζομένην αὐτῷ τὸν ψυχικὸν διάκοσμον. καὶ οἱ μὲν βάρβαροι τὴν ζωογονικὴν ταύτην αἰτίαν πηγαίαν ψυχὴν ἀποκαλοῦσι μετὰ τῆς πηγαίας ἀρετῆς ἀναφανεῖσαν ἀπὸ τῶν λαγόνων τῆς ὅλης ζωογόνου Θεότητος, ἐν ᾗ περιέχονται πάσης ζωῆς πηγαί, θείας ἀγγελικῆς δαιμονίας ψυχικῆς φυσικῆς. ὁ δὲ θεολόγος ὁ παρ’ Ἕλλησιν [Hes. theog. 453s] Ἥραν αὐτὴν προσείρηκε μετὰ τῆς Ἑστίας ἀναφανεῖσαν ἀπὸ τῆς μεγίστης Ῥέας, ἥ περιεῖληφεν ἀπάσας τὰς ζωογονικὰς δυνάμεις, ἐπὶ τέλει καὶ αὐτὴν ἀποτίκτουσα τὴν Φύσιν, εἰ καὶ συντάττει τῷ δημιουργῷ τὴν Ἥραν ὡς μητέρα πατρί, καὶ πάσης τῆς Τιτανικῆς διαιρέσεως ἐξάρχον αὐτὴν παραδίδωσι τῆς [τε] ἐν ψυχαῖς θεουμένης κατὰ τὰς μοῖρας διακρίσεως αἰτίαν. ὁ δὲ Πλάτων κρατῆρα, καὶ τὸ κράμα καὶ τὰς μοῖρας ἀπολαμβάνων· ἐκεῖνος γὰρ αἴτιος τῆς τῶν μοιρῶν διαιρέσεως· διὸ καὶ οὐ πρότερον διαιρεῖ, πρὶν ἐν τῷ κρατῆρι τὰ γένη σπαρή. συλλήβδην οὖν ἡμεῖς ἀπὸ τούτων ὁρμηθῖντες εἴπωμεν, ὅτι ἄρα ὡς μὲν ὁ κρατὴρ ἕτερος τοῦ δημιουργοῦ, δῆλον (καὶ γὰρ πανταχοῦ διέστηκεν ὁ κιρνὰς ὁ κρατὴρ τὰ κιρνάμενα ἀλλήλων)· ἐπεὶ δὲ ἕτερος, ὅτι μὲν ψυχογονικὸς ἐστι, καὶ τοῦτο φανερόν (οὔτε γὰρ τὸν νοῦν παράγων οὔτε σωματουργῶν