Ancient Greek
3.266.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.266.1
Unproofread scanNot analysed yet
παραλαμβάνει τὸν κρατῆρα, μόνας δὲ ὑφιστὰς τὰς ψυχάς, ἐπεὶ καὶ μέσαις οὖσαις αὐταῖς οἰκεῖα ἡ κράσις). εἰ δὲ ψυχογονικὸς ἐστιν, δηλαδὴ ψυχῶν ἰδίως ἐστιν αἴτιος· εἰ δὲ τῷ δημιουργῷ σύστοιχος, ἵνα μὴ δέηται τῶν μεθ’ ἑαυτὸν ἢ ὀλικώτερόν τι ἔχῃ ἑαυτοῦ μὴ πάντων αἴτιον ὄν ὧν αὐτὸς ἐστι πάντων αἴτιος, νοερὸς δὲ θεὸς ὁ δημιουργὸς ἄριστος ὧν τῶν αἰτίων, νοερὸς δήπου καὶ ὁ κρατῆρ· καὶ εἴ πηγαῖος ἐκεῖνος, πηγαῖος καὶ οὗτος. καὶ τί δεῖ λέγειν; πηγαίους μὲν κρατῆρας καὶ οἱ βάρβαροι καὶ τὰς μερικὰς πηγὰς προσειρήκασιν. ἐστιν οὖν καὶ οὗτος ὁ κρατὴρ πηγαῖος κρατήρ· αἰτία γάρ ἐστι τῶν ψυχῶν ἢ ψυχαί, καὶ οὐ πάσης ζωῆς· οὐ γὰρ νοερᾶς οὐδὲ φυσικῆς· τὴν τε ψυχὴν αὐτὸς ἀλλαχοῦ [leg. VII 808 D] πηγὴν τοῦ φρονεῖν καὶ ἐν Φαίδρῳ [245 C] πηγὴν καὶ ἀρχὴν κινήσεως προσείρηκε. πολλῷ ἄρα μᾶλλον τὴν πρωτίστην ψυχὴν πηγαίαν προσαγορεύσομεν καὶ κρατῆρα πηγαῖον κατ’ αὐτόν, εἴ τις ἂν εἴη παρὰ τῷ δημιουργῷ τῶν ὅλων ἱδρυμένος. ἐπεὶ καὶ ἄλλοι παραδίδονται κρατῆρες ὑπὸ τε Ὀρφέως καὶ Πλάτωνος· Πλάτων τε γὰρ ἐν Φιλήβῳ [61 BC] τὸν μὲν Ἥφαιστείον κρατῆρα παραδίδωσι, τὸν δὲ Διονυσιακόν, καὶ Ὀρφεὺς [p. 216 Ab.] οἶδε μὲν καὶ τὸν τοῦ Διονύσου κρατῆρα, πολλοὺς δὲ καὶ ἄλλους ἱδρύει περὶ τὴν Ἡλιακὴν τράπεζαν. τί δὲ καὶ Ὀμηρος [A 2s A 597 ss]; οὐχὶ τὴν τε Ἥβην οἰνοχοοῦσαν παραδίδωσι καὶ τὸν Ἥφαιστον ἀπὸ κρατῆρος ἀφύσσοντα καὶ διανέμοντα πᾶσι τὸ νέκταρ; ἀλλὰ ταῦτα μὲν πλείονος δεῖται λόγου· πρὸς δὲ τὸ παρὸν ἀρκέσει τὰ εἰρημένα, τὴν δὲ τελεωτέραν περὶ ἑκάστου παράδοσιν ἐν ἄλλοις ἐξετάσομεν, εἰ ταύτῃ τοῖς θεοῖς φίλον. Ἀπορήσειε δ’ ἂν τις ἐπὶ τούτοις, διὰ τίνα αἰτίαν τὴν μὲν τοῦ παντὸς ψυχὴν ἀπογεννῶν οὐδεμίαν πεποίηται τοῦ κρατῆρος μνήμην, ἀλλὰ τοῦ κράματος μόνου καὶ τῆς συγχράσεως, ἐπὶ δὲ τῶν μερικῶν ψυχῶν ἐμνημόνευσεν, ἅμα καὶ ὡς ἢ τοῦ παντὸς ἐκ τοῦ κράματος