Ancient Greek
3.266.4
Proclus Phil., In Platonis Timaeum Commentaria 3.266.4
Unproofread scanNot analysed yet
ἢ τοῦ παντὸς scil. ψυχὴ ἐκ τοῦ κράματος scil. ἐστί ὑπομνήσας. καὶ ζητέον, ὅτι πρῶτον μὲν αἱ θείαι ψυχαὶ καὶ προελθοῦσαι μένουσιν ἐν τῷ κρατῆρι καὶ οὐκ ἐκφροτῶσι τῆς ἑαυτῶν πηγῆς, αἱ δὲ μερικαὶ χωρίζονται καὶ ἀφίστανται πολλάκις διὰ τὴν εἰς γένεσιν ὁρπὴν· ἐπ’ ἐκείνων τε οὖν ὡς ἄγαν ἠνωμένων οὐ διέκρινε τὸν κρατῆρα τοῦ κράματος (διὸ καὶ τὴν τοῦ παντὸς ψυχὴν ἔνιοι πρωτίστην ὑπέλαβον ψυχήν, ἄλλοι δὲ καὶ Ἥραν αὐτὴν προσηγόρευσαν, διελεῖν αὐτὴν ἀπὸ τῆς οἰκείας πηγῆς οὐ δυνηθέντες) καὶ ἐπὶ τούτων ὡς κεχωρισμένων διέζευξε τὴν αἰτίαν ἀπὸ τῶν μετ’ αὐτήν. δεύτερον δέ, ὅτι πᾶς μὲν ὁ ψυχικὸς διάκοσμος ἀπ’ ἀμφοῖν ὑφίσταται, καὶ τοῦ κινοῦντος καὶ τοῦ κρατῆρος. ἀλλ’ ἐπεὶ τὸ μὲν ἐστὶν αὐτοῦ μένον, τὸ δὲ προϊὸν καὶ τὸ μὲν ἐνώσει χαίρον, τὸ δὲ διαιρεῖσθι φίλον, ἐκεῖνο μὲν ὁ δημιουργὸς μᾶλλον ὑφίστησι, τοῦτο δὲ ὡς ἐνυλότερον τῷ γονίμῳ μᾶλλον ὠκεῖωται· διόπερ ἐκεῖ μὲν τῷ δημιουργῷ τὸ πᾶν ἀπένε<ι>μεν, ἐπὶ δὲ τῶν μερικῶν καὶ τοῦτον παρέλαβε. τοιαῦτα δὲ καὶ οἱ παρ’ Ἕλλησι μῦθοι λέγουσι, μανίας μὲν αἰτίαν τὴν Ἥραν, σωφροσύνης δὲ τὸν Δία, καὶ ἄθλων μὲν τῶν περὶ γένεσιν ἐκείνην, ἀναγωγῆς δὲ τὸν πατέρα· κινεῖ γὰρ ἐκείνη πάντα εἰς πρόοδον καὶ πολλαπλασιάζει καὶ γόνιμα ποιεῖ ταῖς ἑαυτῆς ἐλλάμψεσι. ταῦτα μὲν πρὸς τὴν ἀπορίαν. Ἀξιῶ δὲ τὸν θεῖον Ἰάμβλιχον καὶ εἰς ταύτην ἀποβλέπειν τοῦ Πλάτωνος τὴν λέξιν καὶ λαμβάνειν ἀπ’ αὐτῆς, ὅτι τὴν τοῦ παντὸς ψυχὴν ὑπέστησεν ἐκ τοῦ κράματος τῶν μέσων γενῶν, ἀλλ’ οὐ τὴν ὑπερουράνιον· καὶ πῶς γὰρ ἂν εἰς καιρὸν ἐκείνης ἐμέμνητο τὸ πᾶν ὑποστῆσαι προθέμενος, ὅπου γε καὶ τοῦ χρόνου μνησθεὶς ὑπερκοσμίαν τάξιν λαχόντος ὅμως συνέταξεν αὐτὸν τῷ οὐρανῷ, χρόνος δ’ οὖν μετ’ οὐρανοῦ γέγονε λέγων [38B]; καὶ τοῦτο μὲν οὕτως ὑπομνηστέον. ἐκεῖνα δὲ ζητέον ἡμῖν, ὅτι Πλάτων μὲν εἴτε οἷδε ψυχὰς ὑπερκοσμίους εἴτε μή, ζητεῖσθω· καὶ γὰρ ἄξιον ζητήσεως, οὐδαμοῦ διαφρήδην τοῦ Πλάτωνος εἶναι λέγοντος τοιαύτην ψυχήν. τοῖς δὲ δήθεμένοις εἶναι καὶ τοιαύτας ψυχὰς ἀμεθέκτους, μεταβατικῶς μὲν νοοῦσας καὶ ταύτῃ νοῦ διαστάσας, ἀθροῦστερον δὲ καὶ