Ancient Greek
3.266.5
Proclus Phil., In Platonis Timaeum Commentaria 3.266.5
Unproofread scanNot analysed yet
ἢ τοῦ παντὸς scil. ψυχή ἐκ τοῦ κράματος scil. ἐστὶ ὑπομνήσας. καὶ ῥητέον, ὅτι πρῶτον μὲν αἱ θείαι ψυχαὶ καὶ προελθοῦσαι μένουσιν ἐν τῷ κρατῆρι καὶ οὐκ ἐκφουτῶσι τῆς ἑαυτῶν πηγῆς, αἱ δὲ μερικαὶ χωρίζονται καὶ ἀφρίστανται πολλάκις διὰ τὴν εἰς γένεσιν ῥοπὴν· ἐπ’ ἐκείνων τε οὖν ὡς ἄγαν ἠνωμένων οὐ διέκρινε τὸν κρατῆρα τοῦ κράματος (διὸ καὶ τὴν τοῦ παντὸς ψυχὴν ἔνιοι πρωτίστην ὑπέλαβον ψυχὴν, ἄλλοι δὲ καὶ Ἥραν αὐτὴν προσηγόρευσαν, διελείν αὐτὴν ἀπὸ τῆς οἰκείας πηγῆς οὐ δυνηθέντες) καὶ ἐπὶ τούτων ὡς κεχωρισμένων διέευξε τὴν αἰτίαν ἀπὸ τῶν μετ’ αὐτήν. δεύτερον δέ, ὅτι πᾶς μὲν ὁ ψυχικὸς διάκοσμος ἀπ’ ἀμφοῖν ὑφίσταται, καὶ τοῦ κινοῦντος καὶ τοῦ κρατήρος. ἀλλ’ ἐπεὶ τὸ μὲν ἐστὶν αὐτοῦ μένον, τὸ δὲ προϊὸν καὶ τὸ μὲν ἐνώσει χαίρον, τὸ δὲ διαιρέσει φίλον, ἐκεῖνο μὲν ὁ δημιουργὸς μᾶλλον ὑφίστησι, τοῦτο δὲ ὡς ἐνυλότερον τῷ γονίμῳ μᾶλλον ὠκείωται· διόπερ ἐκεῖ μὲν τῷ δημιουργῷ τὸ πᾶν ἀπένεμεν, ἐπὶ δὲ τῶν μερικῶν καὶ τοῦτον παρέλαβε. τοιαῦτα δὲ καὶ οἱ παρ’ Ἕλλησι μῦθοι λέγουσι, μανίας μὲν αἰτίαν τὴν Ἥραν, σωφροσύνης δὲ τὸν Δία, καὶ ἄθλων μὲν τῶν περὶ γένεσιν ἐκείνην, ἀναγωγῆς δὲ τὸν πατέρα· κινεῖ γὰρ ἐκείνη πάντα εἰς πρόοδον καὶ πολλαπλασιάζει καὶ γόνιμα ποιεῖ ταῖς ἑαυτῆς ἐλλάμψεσι. ταῦτα μὲν πρὸς τὴν ἀπορίαν. Ἀξιῶ δὲ τὸν θεῖον Ἰάμβλιχον καὶ εἰς ταύτην ἀποβλέπειν τοῦ Πλάτωνος τὴν λέξιν καὶ λαμβάνειν ἀπ’ αὐτῆς, ὅτι τὴν τοῦ παντὸς ψυχὴν ὑπέστησεν ἐκ τοῦ κράματος τῶν μέσων γενῶν, ἀλλ’ οὐ τὴν ὑπερουράνιον· καὶ πῶς γὰρ ἂν εἰς καιρὸν ἐκείνης ἐμέμνητο τὸ πᾶν ὑποστῆσαι προθέμενος, ὅπου γε καὶ τοῦ χρόνου μνησθεὶς ὑπερκοσμῖαν τάξιν λαχόντος ὅμως συνέταξεν αὐτὸν τῷ οὐρανῷ, χρόνος δ’ οὖν μετ’ οὐρανοῦ γέγονε λέγων [38B]; καὶ τοῦτο μὲν οὕτως ὑπομνηστέον. ἐκεῖνα δὲ ῥητέον ἡμῖν, ὅτι Πλάτων μὲν εἴτε οὔδε ψυχὰς ὑπερκοσμίους εἴτε μή, ζητεῖσθω· καὶ γὰρ ἀξίων ζητήσεως, οὐδαμοῦ διαφορὴν τοῦ Πλάτωνος εἶναι λέγοντος τοιαύτην ψυχὴν. τοῖς δὲ δήθεμένοις εἶναι καὶ τοιαύτας ψυχὰς ἀμεδέκτους, μεταβατικῶς μὲν νοοῦσας καὶ ταύτῃ νοῦ διαστάσας, ἀθρούτερον δὲ καὶ