Ancient Greek
3.269.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.269.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 41D] ἐν τοῖς αἰσθητοῖς μελωδουμένων οὐδὲν θαυμαστόν· οὐ γὰρ ἀνάγκη τρεῖς εἶναι μόνας ἁρμονίας, ἀλλὰ τοσαῦται κατελήφθησαν ἐν τοῖς αἰσθήσει συμμετροῖς, εἶναι δὲ τινὰς καὶ κρείττους τούτων οὐκ ἀδύνατον, οὔδὲ τούτων ἐκ διαιρέσεως ληφθέντων τῶν τριῶν γενῶν, ἀλλ’ ἐκ πείρας καὶ αἰσθήσεως, ὅπου καὶ ταύτας δυνατόν καὶ ἐπ’ ἐκείνων λαμβάνειν μέχρι τῶν γραμμικῶν καὶ μέχρι τῶν ἐπιπέδων, τὰς δύο μεσότητας ἐμβαλλούσας ἐπὶ μόνου τοῦ πρώτου διπλασίου καὶ τριπλασίου ἢ καὶ ἐπὶ τῶν ἐξῆς, καὶ δύο καὶ ἐπ’ ἐκείνων κύκλους ποιούσας καὶ ὅπου μὲν τὸν ἔντος διχῇ μόνον σχίζοντας (δύο γὰρ αἱ διαστάσεις), ὅπου δὲ τετραχῇ (τοσαῦται γὰρ τῶν πέντε ὅρων, ὥστε ὅπου μὲν ἕνα γίγνεσθαι καὶ τρεῖς, ὅπου δὲ ἕνα καὶ πέντε, καθάπερ ἐπὶ τῶν ἐγκοσμίων αὐτὸς ἕνα καὶ ἑπτά ἐποίησε). κατὰ πάντα ἄρα δυνατόν τὰς ψυχὰς ἐκείνας διαφερούσας εἶναι τῶν ἐγκοσμίων, καὶ κατὰ τὴν μεσότητα καὶ κατὰ τὸ πλῆθος τῶν κύκλων, καὶ οἱ τοῦ Πλάτωνος λόγοι τὸ κοινὸν καὶ διατείνον ἔχουσιν ἐπὶ πᾶσαν τὴν ψυχικὴν οὐσίαν, ἀναβαινόντων ἡμῶν ἀπὸ τῆς εἰς τοὺς στερεοὺς ἀριθμοὺς προελθούσης ψυχογονίας εἰς τὴν ταύτης ἀπλουστέραν τὴν μέχρι τῶν ἐπιπέδων, καὶ ἀπὸ ταύτης εἰς τὴν μέχρι τῶν γραμμικῶν, καὶ τρεῖς ψυχογονίας ποιούντων τοῖς τρισὶ γένεσι τῶν ψυχῶν συνφθοῦς· οὐ γὰρ ἀμέσως ἀπὸ τῆς ἀμερίστου παντελῶς οὐσίας ἐστὶν ἡ πρόοδος εἰς τὴν κατὰ πάντας ἀριθμοὺς μερισθεῖσαν, ἀλλὰ κένταῦθα διὰ τῶν μέσων ἡ πρόοδος ὡς κἄπι τῶν ἄλλων ἀπάντων. εἰ δὲ ταῦτα, θαυμαστὸν οὐδὲν καὶ τὰς μερικὰς ψυχάς, ἐν αἷς τὸ μεριστὸν αὐτόθεν ὑπάρχει, τὸ δὲ ἀμεριστὸν διὰ μέσων ἄλλων τῶν πρὸ αὐτῶν εἰς νόας ἀνημένων, τὰς διαιρέσεις εἰς πλεῖο γενομένας ποιῆσαι πρὸς τῷ μεριστῷ, καὶ ταύτας εἶναι πλεόν ἢ πρὸς τῷ ἀμερεῖ, λέγω δὲ οἷον τοὺς ἐποχόδους διηρησθαι ταῖς ἀποτομαῖς καὶ τοῖς λείμμασι, καὶ ταύτῃ τὸ διατονικὸν ἐν αὐταῖς εἶναι σύνδυο διαστημάτων,