Ancient Greek
3.27.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.27.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 37 D] δείκνυμεν· ὅτι μὲν γὰρ αἰώνιον εἴρηται, δεύτερον ἂν εἴη τοῦ αἰῶνος· ὅτι δὲ οὐδὲν πρὸ αὐτοῦ αἰώνιον, προσεχῶς ἂν εἴη μετὰ τὸν αἰῶνα. πόθεν οὖν, ὅτι μηδὲν πρὸ αὐτοῦ αἰώνιον; ὅτι, φαίην ἂν, μηδὲ πρὸ τῆς εἰκόνος αὐτοῦ ἐστι τι 5 ἐγχορον, ἀλλ’ ὁ τε κόσμος πρῶτως χρόνον μετέχει καὶ τὸ αὐτοζῶον πρῶτως αἰῶνος· εἰ γὰρ ὅν ἔχει λόγον ὁ αἰὼν πρὸς τὸν χρόνον, τοῦτον ἔχει καὶ τὸ αὐτοζῶον πρὸς τὸν κόσμον, καὶ ἐναλλάξ, φαίεν ἂν γεωμετρῶν παῖδες, ὅν ἔχει λόγον ὁ αἰὼν πρὸς τὸ αὐτοζῶον, τοῦτον ὁ χρόνος πρὸς τὸν 10 κόσμον. ἀλλὰ μὴν ὁ χρόνος ὑπὸ πρῶτου μετέχεται τοῦ κόσμου (καὶ γὰρ οὐδ’ ἥν ὅλως πρὸ τῆς οὐρανοῦ διακοσμήσεως), καὶ ὁ αἰὼν ἄρα ὑπὸ πρῶτου μετέχεται τοῦ αὐτο- C ζῶον. καὶ εἰ ὁ χρόνος μὴ ἐστι τὸ πᾶν αἰσθητὸν ζῷον (μετ’ αὐτοῦ γὰρ γέγονε, τὸ δὲ μετ’ αὐτοῦ γενοῦς οὐκ ἐστιν 15 αὐτὸ μεθ’ οὗ γέγονεν), οὐδ’ ἂν ὁ αἰὼν εἴη τὸ νοητὸν ζῷον· ὥστε οὐδὲ ζῷον, ἵνα μὴ δύο ἢ νοητὰ ζῷα· δέδεικται γὰρ ὅτι μονογενὲς ἐστι τὸ αὐτοζῶον ὑπ’ αὐτοῦ πρότερον· ὡστ’ οὐχὶ ζῷον μὲν ὁ αἰὼν, ἄλλο δὲ τοῦ αὐτοζῶον τὸ ζῷον· οὐδ’ ἄρα ζῷον ὅλως· ἢ γὰρ ἕτερον τοῦ αὐτοζῶον ἢ ταυτόν. 20 οὐδέτερον δὲ δυνατόν λέγειν, ὡς δεδείχαμεν· τὸ μὲν, ὅτι μονογενὲς τὸ αὐτοζῶον, τὸ δέ, ὅτι μηδὲ χρόνος καὶ τὸ ἐγχορον ταυτόν. εἰ δὲ μετέχεται μὲν, οὐ μετέχει δὲ τοῦ νοητοῦ ζῷον, εἴη ἂν πρὸ τοῦ αὐτοζῶον, θεὸς ὧν νοητὸς μὲν, οὕπω δὲ ζῷον, εἴπερ θεὸς καὶ τὸ αὐτοζῷον, τοῦτο δέ, εἴπερ 25 καὶ ὁ κόσμος· τὸ γὰρ μετεχόμενον ἔχει, μὴ μετέχον δὲ τοῦ μετεχομένου πάντως ὀλιγώτερον. δῆλον δέ, ὅτι τὰ τῆς μετοχῆς οὐκ ἐπ’ ἴσης ἐπ’ ἀμοῖν· ἄλλη γὰρ ἢ τῶν νοητῶν κοινωνία καὶ ἔνωσις, ἣν καταχωσμένοι νῦν μετοχὴν ἐκαλέσαμεν, καὶ ἄλλη ἢ τῶν ἐπίταδε φύσεων. πέφηνεν ἄρα ἢ 30 τάξις τοῦ αἰῶνος ἢ πρὸς τὸ αὐτοζῷον, ὅτι τε ὑπερέτερα καὶ D προσεχῶς ὑπερέτερα καὶ ὅτι τοῦ κατὰ τὰ αὐτὰ καὶ ὁσαύτως ἔχειν ἐστὶν αἰτία τοῖς νοητοῖς (καὶ γὰρ εἰ τὴν στάσιν τοῦτου τις αἰτιῶτο, ἀλλ’ ἢ μὲν ἐστι συντεταγμένη αἰτία καὶ