Ancient Greek
3.27.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.27.1-2
Unproofread scanNot analysed yet
δείκνυμεν· ὅτι μὲν γὰρ αἰώνιον εἴρηται, δεύτερον ἂν εἴη τοῦ αἰῶνος· ὅτι δὲ οὐδὲν πρὸ αὐτοῦ αἰώνιον, προσεχῶς ἂν εἴη μετὰ τὸν αἰῶνα. πόθεν οὖν, ὅτι μηδὲν πρὸ αὐτοῦ αἰ-ώνιον; ὅτι, φαίην ἂν, μηδὲ πρὸ τῆς εἰκόνος αὐτοῦ ἔστι τι ἐγχρονον, ἀλλ’ ὁ τε κόσμος πρῶτως χρόνου μετέχει καὶ τὸ αὐτοζῶον πρῶτως αἰῶνος· εἰ γὰρ ὃν ἔχει λόγον ὁ αἰὼν πρὸς τὸν χρόνον, τοῦτον ἔχει καὶ τὸ αὐτοζῶον πρὸς τὸν κόσμον, καὶ ἐναλλάξ, φαῖεν ἂν γεωμετρῶν παῖς, ὃν ἔχει λόγον ὁ αἰὼν πρὸς τὸ αὐτοζῶον, τοῦτον ὁ χρόνος πρὸς τὸν κόσμον. ἀλλὰ μὴν ὁ χρόνος ὑπὸ πρώτου μετέχεται τοῦ κόσμου (καὶ γὰρ οὐδ’ ἦν ὅλως πρὸ τῆς οὐρανοῦ διακοσμή-σεως), καὶ ὁ αἰὼν ἄρα ὑπὸ πρώτου μετέχεται τοῦ αὐτο-ζῶου. καὶ εἰ ὁ χρόνος μὴ ἔστι τὸ πᾶν αἰσθητὸν ζῷον (μετ’ αὐτοῦ γὰρ γέγονε, τὸ δὲ μετ’ αὐτοῦ γεγονὸς οὐκ ἔστιν αὐτὸ μεθ’ οὗ γέγονεν), οὐδ’ ἂν ὁ αἰὼν εἴη τὸ νοητὸν ζῷον· ὥστε οὐδὲ ζῷον, ἵνα μὴ δύο ἢ νοητὰ ζῷα· δέδεικται γὰρ ὅτι μονογενὲς ἐστι τὸ αὐτοζῶον ὑπ’ αὐτοῦ πρότερον· ὥστ’ οὐχὶ ζῷον μὲν ὁ αἰὼν, ἄλλο δὲ τοῦ αὐτοζώου τὸ ζῷον· οὐδ’ ἄρα ζῷον ὅλως· ἢ γὰρ ἕτερον τοῦ αὐτοζώου ἢ ταυτόν. οὔτερον δὲ δυνατὸν λέγειν, ὡς δεδείχαμεν· τὸ μὲν, ὅτι μονογενὲς τὸ αὐτοζῶον, τὸ δέ, ὅτι μηδὲ χρόνος καὶ τὸ ἐγ-χρονον ταυτόν. εἰ δὲ μετέχεται μὲν, οὐ μετέχει δὲ τοῦ νοη-τοῦ ζώου, εἴη ἂν πρὸ τοῦ αὐτοζώου, θεὸς ὢν νοητὸς μὲν, οὐπῶ δὲ ζῷον, εἴπερ θεὸς καὶ τὸ αὐτοζῶον, τοῦτο δέ, εἴπερ καὶ ὁ κόσμος· τὸ γὰρ μετεχόμενον ἐκεῖ, μὴ μετέχον δὲ τοῦ μετεχομένου πάντως ὀλιγώτερον. δῆλον δέ, ὅτι τὰ τῆς μετ-οχῆς οὐκ ἐπ’ ἴσης ἐπ’ ἀμφοῖν· ἄλλη γὰρ ἢ τῶν νοητῶν κοινωνία καὶ ἕνωσις, ἣν καταχρώμενοι νῦν μετοχὴν ἐκαλέ-σαμεν, καὶ ἄλλη ἢ τῶν ἐπίταδε φύσεων. πέφηνεν ἄρα ἢ τάξις τοῦ αἰῶνος ἢ πρὸς τὸ αὐτοζῶον, ὅτι τε ὑπερτέρα καὶ προσεχῶς ὑπερτέρα καὶ ὅτι τοῦ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν ἐστὶν αἰτία τοῖς νοητοῖς (καὶ γὰρ εἰ τὴν στάσιν τοῦ-του τις αἰτιῶτο, ἀλλ’ ἢ μὲν ἐστὶ συντεταγμένη αἰτία καὶ