Ancient Greek
3.272.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.272.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 41D] πάντη τὰς δευτέρας ταῖς πρὸ αὐτῶν), ἐροῦμεν τοὺς μὲν λόγους ἐν πάσαις εἶναι τοὺς αὐτοὺς (μνησθήσεται γὰρ αὐτῶν ὡς ὄντων καὶ ἐν ταῖς μερικαῖς ψυχαῖς, οἷον ἐπογδόων καὶ ἐπιτρίτων καὶ ἡμιολίων), τοὺς δὲ ὅρους, ἐν οἷς οἱ λόγοι, διαφέροντας (πυθμένας γὰρ εἶναι τοὺς ληφθέντας ἐπὶ τῆς 5 κοσμικῆς ψυχῆς τοῦ παντὸς ψυχογονικοῦ διαγράμματος). οὐδὲν οὖν κωλύειν εἶναι διπласίους τοὺς ἐν ταῖς θείαις, καὶ τούτων, εἰ τύχοι, κατ’ ἄλλον λόγον ἐπηυξημένους τοὺς ἐν ταῖς δαιμονίαις· ἢ γὰρ πρόοδος αὐξεῖ τὸ πλήθος. ἢ οὖν τῶν ὅρων ἔσται διάστασις ἢ τῶν λόγων. ἀλλὰ τούτων ἀδύ- 10 νατον· μέμνηται γὰρ αὐτῶν ἐκείνων ὡς ὄντων καὶ ἐν ταῖς μερικαῖς, ὅπερ εἴπομεν. τῶν ὅρων ἄρα τὴν διαφορὰν ὑποληπτέον, ὥσπερ τῶν μερικῶν πρὸς ταύτας οὐ μόνον κατὰ τοὺς ὅρους, ἀλλὰ καὶ κατὰ τὰς διαιρέσεις τινῶν λόγων, ὡστ’ εἶναι τῶν μὲν κοινούς τοὺς λόγους, ἀλλὰ τοὺς ὅρους διαφε- 15 F ροντας· διὸ καὶ κοινὸν εἶναι καὶ ἐκείναις τὸ μένειν πάσαις ἀμερίστοις τὸν τῶν μερικῶν μερισμόν· τὸν δὲ περὶ τοὺς λόγους, ἀλλὰ καὶ τοὺς ὅρους μερισμὸν πλεῖω γενόμενον ποιῆσαι μεριστάς αὐτὰς μειζόνως τῶν πρὸ αὐτῶν καὶ ἀντὶ τοῦ μένειν ἄνω κατιούσας. ἀλλὰ ταῦτα μὲν ἡ ἐμὴ μαντεία περὶ 20 τούτων. Τί δὲ τὸ κεραυνὺς ἐμίσεγε; τί ἐροῦμεν; ἀρ’ οὖν τὴν ἔνωσιν ἐν ἐκείναις ταῖς ζωαῖς πρεσβυτέραν τάττειν τῆς διαιρέσεως; καὶ πῶς οὐ ταῦτα φήσομεν, τῆς μὲν μίξεως καὶ ἐν διηρημένοις οὖσης, τῆς δὲ κράσεως ἐν ἐκ πλειόνων ποιούσης, προηγουμενῆς δὲ ἐνταῦθα τῆς κράσεως καὶ ἐπο- 25 318 μένης τῆς μίξεως; ἐπὶ γοῦν τῶν μερικῶν ψυχῶν ἀνάπαλιν εἴρηκε καὶ προηγουμενὴν τάξιν τῇ μίξει δέδωκεν εἰπὼν κατεχεῖτο μίσγων, ὡς τῆς διαιρέσεως πλείονος ἐν ταύταις οὖσης· τὰ γὰρ τῶν ἄλλων μέμιχται, φησὶν ὁ ἐν τῷ Φαίδρῳ [246B] Σωκράτης. καὶ τὸ κατεχεῖτο δὲ 30 τῆς εἰς τὸ κάτω προόδου καὶ τῆς ἀορίστου χύσεώς ἐστιν ἐμφαντικόν. εἰ δὲ καὶ τὴν κατάχυσιν ἐννοήσαις οὕτως, ὡς