Ancient Greek
3.272.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.272.1-2
Unproofread scanNot analysed yet
πάντη τὰς δευτέρας ταῖς πρὸ αὐτῶν), ἐροῦμεν τοὺς μὲν λόγους ἐν πάσαις εἶναι τοὺς αὐτοὺς (μνησθήσεται γὰρ αὐτῶν ὡς ὄντων καὶ ἐν ταῖς μερικαῖς ψυχαῖς, οἷον ἐποχδόων καὶ ἐπιτριῶν καὶ ἡμιολίων), τοὺς δὲ ὅρους, ἐν οἷς οἱ λόγοι, διαφέροντας (πυθμένας γὰρ εἶναι τοὺς ληφθέντας ἐπὶ τῆς κοσμικῆς ψυχῆς τοῦ παντὸς ψυχογονικοῦ διαγράμματος). οὐδὲν οὖν κωλύειν εἶναι διπласίους τοὺς ἐν ταῖς θείαις, καὶ τούτων, εἰ τύχοι, κατ’ ἄλλον λόγον ἐπηυξημένους τοὺς ἐν ταῖς δαιμονίαις· ἡ γὰρ πρόοδος αὐξεί τὸ πλῆθος. ἡ οὖν τῶν ὅρων ἔσται διάστασις ἢ τῶν λόγων. ἀλλὰ τούτων ἀδύνατον· μέμνηται γὰρ αὐτῶν ἐκείνων ὡς ὄντων καὶ ἐν ταῖς μερικαῖς, ὅπερ εἴπομεν. τῶν ὅρων ἄρα τὴν διαφορὰν ὑποληπτέον, ὥσπερ τῶν μερικῶν πρὸς ταύτας οὐ μόνον κατὰ τοὺς ὅρους, ἀλλὰ καὶ κατὰ τὰς διαιρέσεις τινῶν λόγων, ὥστ’ εἶναι τῶν μὲν κοινούς τοὺς λόγους, ἀλλὰ τοὺς ὅρους διαφέροντας· διὸ καὶ κοινὸν εἶναι καὶ ἐκείναις τὸ μένειν πάσαις ἀμερίστοις τὸν τῶν μερικῶν μερισμόν· τὸν δὲ περὶ τοὺς λόγους, ἀλλὰ καὶ τοὺς ὅρους μερισμὸν πλείω γεγόμενον ποιῆσαι μεριστὰς αὐτὰς μειζόνως τῶν πρὸ αὐτῶν καὶ ἀντὶ τοῦ μένειν ἄνω κατιούσας. ἀλλὰ ταῦτα μὲν ἡ ἐμὴ μαντεία περὶ τούτων. Τί δὲ τὸ κεραυνὺς ἔμισγε; τί ἐροῦμεν; ἄρ’ οὖν τὴν ἕνωσιν ἐν ἐκείναις ταῖς ζῴαις πρεσβυτέραν τάττειν τῆς διαιρέσεως; καὶ πῶς οὐ ταῦτα φήσομεν, τῆς μὲν μίξεως καὶ ἐν διηρημένοις οὖσης, τῆς δὲ κράσεως ἐν ἐκ πλειόνων ποιούσης, προηγουμενῆς δὲ ἐνταῦθα τῆς κράσεως καὶ ἐπομένης τῆς μίξεως; ἐπὶ γοῦν τῶν μερικῶν ψυχῶν ἀνάπαλιν εἴρηκε καὶ προηγουμενὴν τάξιν τῇ μίξει δέδωκεν εἰπὼν κατεχεῖτο μίσγῳν, ὡς τῆς διαιρέσεως πλείονος ἐν ταύταις οὖσης· τὰ γὰρ τῶν ἄλλων μέμικται, φησὶν δ’ ἐν τῷ Φαίδρῳ [246B] Σωκράτης. καὶ τὸ κατεχεῖτο δὲ τῆς εἰς τὸ κάτω προόδου καὶ τῆς ἀορίστου χύσεώς ἐστιν ἐμφαντικόν. εἰ δὲ καὶ τὴν κατάχυσιν ἐννοήσαιοις οὕτως, ὡς