Ancient Greek
3.274.4
Proclus Phil., In Platonis Timaeum Commentaria 3.274.4
Unproofread scanNot analysed yet
ὑπάρχει om D ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 41D] σεως. ἐπειδὴ δὲ καὶ ἐν ταύταις ταῖς ψυχαῖς τάξεις ἐστὶ καὶ αἱ μὲν ἀχραντοὶ εἰσιν, ὀλιγάκις προσομιλοῦσαι τῇ γενέσει καὶ τῆς ἑαυτῶν ἀρισταμένης τάξεως, αἱ δὲ παντολῶς ἐγκυλινδοῦνται πάθεσι καὶ τὰς μυριεῖς πλανῶνται περιόδους, καὶ τούτων διαφορὰν ὑπέδειξεν εἰπὼν· ἄλλα δεύτερα καὶ τρίτα· τῶν γὰρ ἀεὶ μενόντων ἄνω καὶ ἀκακώτων πλεῖστον ἀρίσταται τὰ καὶ κατιόντα καὶ κακυνόμενα, μέσα δὲ ἐστὶ τὰ κατιόντα μὲν, οὐ κακυνόμενα δέ· τὸ δὲ ἔμπαιλιν οὐ θέμις, τὸ κακύνεσθαι μὲν, ἄνω δὲ μένειν· τὸ γὰρ κακὸν ἐν θεοῖς οὐκ ἔστιν, ἀλλ’ ἐν τῷ θνητῷ τόπῳ καὶ τοῖς ἐνύλοις πράγμασι. πάλιν οὖν ἐκ τούτων ἀναφαίνειν πρώτιστον μὲν γένος ψυχῶν τὸ θεῖον (πανταχοῦ γὰρ ἠγεμονοῦσαν ἔχει τάξιν τὸ θεότητος δεκτικόν, ἐν οὐσίαις ἐν νοῖς ἐν ψυχαῖς ἐν σώμασι)· δεύτερον τὸ ἀεὶ συνεπόμενον θεοῖς (δεῖ γὰρ πρὸ τῶν ποτὲ ἐπομένων εἶναι τὸ ἀεὶ συνημμένον αὐτοῖς, ἵνα διὰ τοῦτον καὶ τὰ ἀριστάμενα ποτε πάλιν ἀνακλητὰ πρὸς αὐτούς)· τρίτον τὸ κατιὸν μὲν εἰς γένεσιν, ἀχράντως δὲ κατιόν, καὶ ὑφειμένην μὲν ζωὴν ἀντὶ θειοτέρας ἀλλαττόμενον, κακίας δὲ καὶ παθῶν ἐξηρημένον (τοῦτο γὰρ συνεχὲς τῷ ἀεὶ ἄνω καὶ ἀεὶ ἀχράντῳ γένει τῶν ψυχῶν). τέταρτον δὲ καὶ τελευταῖον τὸ πολυπλανὲς καὶ μέχρι τοῦ Ταρτάρου κατιὸν καὶ αὖθις ἀνεγειρόμενον παντοῖά τε εἴδη ζωῆς ἀνειλίτων ἡθεσὶ τε χρῶμενον ποικίλοις καὶ πάθεσιν ἄλλοτε ἄλλοις καὶ μορφὰς ζῴων ἀλλαττόμενον πολυειδεῖς, δαιμονίας ἀνθρωπίνας ἀλόγους, κατευθυνόμενον δ’ οὖν ὅμως ὑπὸ τῆς Δίκης καὶ εἰς οὐρανὸν ἀπὸ γῆς ἀνατρέχον καὶ εἰς νοῦν ἀπὸ τῆς ὕλης περιεγόμενον κατὰ δή τινας τεταγμένας τῶν ὅλων περιόδους. τὸ δ’ οὖν ‘μηκέτι κατὰ τὰ αὐτὰ καὶ ὁσαύτως γενέσθαι’ σημαίνει τὴν μὲν ἀκήρατον τῶν μερικῶν ψυχῶν, οἷον κατὰ μόνην τὴν οὐσίαν, τὴν δὲ οὐκ ἀκήρατον, οἷον κατὰ τὰς ἐνεργείας κηρῶν παντοίων ἀναμιππλαμένας καὶ τοῖς ἐπικήροις τῶν ὄντων συμφερομένας, καὶ τὸ μηδὲ