Ancient Greek
3.277.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.277.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 41D] λόγους διαίρεσιν καὶ τὴν τοῦ ὀχήματος παράδοσιν), ἀλλὰ πάντα ὁμοῦ περιλαβὼν ἐν τῷ φάναι συστήσας δὲ τὸ πᾶν, τὴν μέξιν τὴν εἰς τὰς μοῖρας τομὴν τὴν διασχημάτισιν, ἐξ ὧν καὶ αἱ μερικαὶ πᾶσαι ψυχαὶ διεκοσμήθησαν. συστήσας οὖν τὸ πλῆθος πᾶν τῶν ψυχῶν τούτων (καὶ γὰρ τὴν ἑκάστης γένεσιν σύστασιν ἂν εἴποι, καθάπερ καὶ ἐπὶ τῆς τοῦ παντὸς ἔλεγε [36D] διὰ τὴν ἐκ πολλῶν συμπλήρωσιν· ἐπεὶ δὲ κατὰ νοῦν τῷ συνιστάντι πᾶσα ἡ τῆς ψυχῆς σύστασις γεγέννητο), συστήσας οὖν τὸ πᾶν τῶν ψυχῶν πλῆθος διεῖλεν αὐτὰς ἰσαρίθμους τοῖς ἄστροις, κατὰ τὰς ἐκείνων ἰδιότητας καὶ ταύτας ἀπ’ ἀλλήλων διαστήσας. ἄρ’ οὖν οὕτως ἰσαρίθμους φαίης ἂν, ὡς μίαν μερικὴν ψυχὴν ὑπὸ μίαν τετᾶχθαι τῶν ἀστέρων, καὶ τῷ ποσῷ τοσαύτας εἶναι ψυχάς, ὅσοι καὶ ἀστέρῳ θεοί· τοῦτο γοῦν ὑποδηλοῦν φαίνεται προστεθέντος ἑκάστην πρὸς ἕκαστον ἄστρον. καὶ πῶς τοῦτο Πλατωνικὸν δόγμα φήσομεν, αὐτοῦ μικρὸν ὑστερον [42D] λέγοντος· ἐσπειρε τοὺς μὲν εἰς γῆν, τοὺς δὲ εἰς ἥλιον, τοὺς δὲ εἰς σελήνην· πλῆθος γὰρ ἀπὸ τούτων καταλείπει περὶ ἕκαστον ἄστρον. μήποτε οὖν τὸ ἰσάριθμον οὐ μοναδικῶς θεωρητέον, ἀλλὰ κατ’ ἀναλογίαν· καὶ γὰρ ἐν τοῖς ἀριθμοῖς ἀνὰ λόγον τῇ μὲν μονάδι ἢ δεκάς, τῇ δὲ τριάδι ἢ τριακοντάς, τῇ δὲ πεντάδι ἢ πεντηκοντάς, καὶ ἀπλῶς ἅπασιν τοῖς ἐντὸς δεκάδος οἱ μετ’ αὐτήν, καὶ ἰσάριθμοι τοῖς πρώτοις οἱ δεύτεροι, καὶ οὐ διὰ τοῦτο κατὰ τὸ ποσὸν ἢ πεντὰς ἴση τῇ πεντηκοντάδι καὶ ἢ τριάς τῇ τριακοντάδι, μόνον δὲ κατ’ ἀναλογίαν ἔχουσι τὸ ἴσον· ὁ γὰρ ἐστιν ἐν μονάσιν ἢ τριάς, τοῦτο ἐν δεκάσιν ἢ τριακοντάς. τάχ’ οὖν καὶ ἐπὶ τῶν μερικῶν ψυχῶν οὕτω τὸ ἰσάριθμον ληπτέον· ἐπεὶ γὰρ ἑκάστη τῶν θεῖων ψυχῶν ἐστι τις οἰκεῖος ἀριθμός, ὃν ἐνοειδῶς αὐτῇ προεῖληφεν, ἀναπτυσσόμενος οὗτος ὁ ἀριθμὸς ἀφορίζει τὸ πλῆθος τῶν ὑποτεταγμένων μερικῶν ψυχῶν, καὶ τῶν μὲν πρώτως αὐτῆς ἐξημ-