Ancient Greek
3.280.36
Proclus Phil., In Platonis Timaeum Commentaria 3.280.36
Unproofread scanNot analysed yet
<οὐσῶν> 29 ψυχῶν om D πάσαις ποιήσας· πάσαι γὰρ ἔχουσι πάντως ἀστροειδῆ τινὰ ὀχήματα, ὅπου γε καὶ τὰς μερικὰς ψυχὰς εἰς τὴν γένεσιν ὁ Σωκράτης [rep. X 621 B] ἀπτοῦσας κατὰ τὰ ὀχήματα ἀστέρων ἀπεῖκασε διαττόντων τινῶν ἰδέαις, ὅπου καὶ αὐτὸς ἔρεξ [42 D] καὶ περὶ γῆν καὶ περὶ σελήνην ἐσπάρθαι παρὰ τοῦ δημιουργοῦ τινὰς· καὶ γὰρ ἄτοπον, εἰ περὶ μόνα διανενέμηνται τὰ ἰδίως καλούμενα ἄστρα μερικαὶ ψυχαί, οἱ δὲ ἄλλοι θεοὶ μὴ εἶεν ἀγελάρχαι ψυχῶν, οἱ καθ’ ἕκαστον στοιχεῖον ἐκείνοις ἀνὰ λόγον ὄντες, ἀέριοι καὶ ἐνύδριοι καὶ χθόνιοι, περὶ ὧν εἶπεν [41 A], ὅτι φαίνονται καθ’ ὅσον ἂν ἐθέλωσιν. ἀλλ’, ὡς εἴπομεν, ἀπὸ τῶν ἐναργῶν καὶ ὅσον οὐκ αἰσθητὸν ἀφήκε συνορᾶν.