Ancient Greek
3.281.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.281.2
Unproofread scanNot analysed yet
πάσαις ποιήσας· πάσαι γὰρ ἔχουσι πάντως ἀστροειδῆ τινὰ σχήματα, ὅπου γε καὶ τὰς μερικὰς ψυχὰς εἰς τὴν γένεσιν ὁ Σωκράτης [rep. X 621B] ἅπτοῦσας κατὰ τὰ σχήματα ἀστέρων ἀπεῖκασε διαπτόντων τινῶν ἰδεῶν, ὅπου καὶ αὐτὸς ἐξεῖ [42D] καὶ περὶ γῆν καὶ περὶ σελήνην ἐσπάσθαι παρὰ τοῦ δημιουργοῦ τινας· καὶ γὰρ ἄτοπον, εἰ περὶ μόνα διανενέμηται τὰ ἴδια καλούμενα ἄστρα μερικαὶ ψυχαί, οἱ δὲ ἄλλοι θεοὶ μὴ εἶεν ἀρχηγοὶ ψυχῶν, οἱ καθ’ ἕκαστον στοιχεῖον ἐκείνοις ἀνὰ λόγον ὄντες, ἀέριοι καὶ ἐνύδριοι καὶ χθόνιοι, περὶ ὧν εἶπεν [41A], ὅτι φαίνονται καθ’ ὅσον ἂν ἐθελῶσιν. ἀλλ’, ὡς εἴπομεν, ἀπὸ τῶν ἐναργῶν καὶ ὅσον οὐκ αἰσθητὸν ἀφήκε συνορᾶν.